περὶ τοῦ τε Ὁμήρου καὶ τῆς Κωνσταντινουπόλεως καὶ τῶν ἐν Βυζαντίῳ σοφῶν
ἑλληνικὴ διατριβή, ἐν Κωνσταντινουπόλει, ἀπὸ τῆς ιγ᾽ τοῦ Φεβρουαρίου εἰς τὴν α᾽τοῦ Μαρτίου μηνός
Rogerus Byzantinus καὶ Schola Humanistica
ἐν ταύτῃ τῇ ἑλληνικῇ διατριβῇ, ἣν ἔδοξεν Ὅμηρον ἐν Βυζαντίῳ καλέσαι, πρόκειται ἡμῖν ἀναγιγνώσκειν καὶ ζητεῖν τά τε τοῦ ποιητοῦ καὶ ὅσα ἐν τοῖς ὕστερον χρόνοις περὶ τῶν Ὁμηρικῶν ἐγράφη, μάλιστα δ᾽ἐν τῇ μεσαιωνικῷ Κωνσταντινουπόλει, οὗ πολλοὶ καὶ σοφοὶ ἄνθρωποι ἐπεφάνησαν τὴν Ἰλιάδα καὶ τὴν Ὀδύσσειαν εἴτε δι᾽ἀκριβείας ἐρευνῶντες εἴτε ἐνθένδε ὡρμημένοι πρὸς τὴν πλάσιν καινῶν ἔργων καὶ ποιημάτων. Εὐστάθιος μὲν γὰρ ὁ τῶν Θεσσαλονικέων ἀρχιεπίσκοπος, ἀκμήσας ἐν τῇ ιβ᾽ἑκατονταετηρίδι, θαυμαστὰ συνέθηκε ὑπομνήματα εἰς ἀμφότερα τὰ ποιήματα• ὑπὸ δὲ τὸν αὐτὸν χρόνον Θεόδωρος ὁ Πρόδρομος ἔγραψεν διάλογον ἐν ᾧ ἄνδρας παρεισάγει ἐν τῇ τῶν Βυζαντίων ἀγορᾷ περὶ τῶν Ὁμηρικῶν συνόντας, καὶ ταῦτά γε τὸν τοῦ Λουκιανοῦ χαρακτῆρα μιμούμενος• τούτοιν δ᾽αὖ σχεδὸν ὁμῆλιξ ἦν Ἰωάννης ὁ Τζέτζης, ὃς ἐν τοῖς ἄλλοις πόνοις καὶ ἔπη ἐποίησεν περὶ τῶν πρὸ τοῦ Τρωϊκοῦ πολέμου γενομένων.
Διὰ τούτων μέντοι τῶν μαθημάτων, ἅ ἐν Κωνσταντινουπόλει τῷ ἔτει τῷ 2025 γενήσεται, μάλιστα δ᾽ ἀπὸ τῆς κγ᾽ τοῦ Φεβρουαρίου εἰς τὴν α᾽ ἡμέραν τοῦ Μαρτίου μηνὸς, Rogerus Byzantinus καὶ Schola Humanistica πᾶσιν τοῖς φιλέλλησιν παρέξουσιν εἰς τὸ βαθὺ τῆς ὁμηρικῆς ποιήσεως εἰσδῦναι καὶ ἅμα τοῦ ἀμηχάνου τῆς μεσαιωνικοῦ Κωνσταντίνουπόλεως κάλλους ἀπογεύσασθαι· τῇδε μὲν οὖν, ἀνελίττοντες ὅσα περὶ Ὁμήρου ὑπὸ τῶν Βυζαντίων ἐγράφη, μαθησόμεθα τίνα τρόπον ἡ τούτων παίδευσις τὸ Ὁμηρικὸν ἀντηχεῖ καὶ ἐκ τοῦ Ὁμηρικοῦ συνέφυ, καὶ ἅμα μεθέξομεν καινῆς φαντασίας τῶν τε Τρωϊκῶν ἔργων καὶ τῶν κατὰ τὸν Ὀδυσσέα. Συνακολουθήσομεν τοίνυν τῷ Ὀδυσσεῖ εἰς τὸν τῶν νεκρῶν τόπον καταβάντι, τὸν τῶν Ἀχαιῶν στόλον ὀψόμεθα ἐν τῷ Ἰλιακῷ πεδίῳ τεταγμένον, ἀκουσόμεθα τὸ μὲν πρῶτον τῶν Τρώων ἐν Περγάμῳ βουλευομένων, ὕστερον δὲ τοῦ Ἕκτορος τῇ Ἀνδρομάχῃ διαλεγομένου, τὸ δὲ τέλος τοῦ Πριάμου τοῖς τοῦ Ἀχιλλέως γόνασι προσπίπτοντος, τόπον σπουδῆς ἀξιώτατον νὴ τὸν Δία καὶ τὸ ὁμηρικὸν ὕψος ἄκρως ἀποφαίνοντα, ὥς φασι πολλοὶ τῶν καθ᾽ἡμᾶς φιλοσόφων, οἷον Σιμωνὶς ἡ Weil καὶ Ῥαχὴλ ἡ Belspaloff.
Πάντα τὰ διδάγματα παρέξομεν ἐν τῷ τῶν Κωνσταντινουπολιτῶν ἄστει, ἐν τῷ Σουηδικῷ Φροντιστηρίῳ, ὅ τι ἐν παλαιῷ τῆς πόλεως δήμῳ κεῖται, ὃν οἱ πάλαι Πέρας ἐκάλουν, οἱ δὲ νῦν Beyoğlu.
τοῖς δὲ τῶν τόπων ἱστορίας ἐφιεμένοις παρέσται περιηγήσεων μετέχειν ἐν αἷς περιπατήσομεν ὰνά τὴν πόλιν κατὰ θέαν τῶν ἐκεῖ ἀξιωτάτων, λέγομεν δὴ τὴν Βασιλικὴν Δεξαμενὴν καὶ τὸ Ἀρχαιολογικὸν Μουσεῖον καὶ τὴν Χρυσῆν Πύλην καὶ τὰ νεώρια καὶ τὸν Ἱππόδρομον καὶ τὸν Ἁγίας Σοφίας νεὼν καὶ τὸν λεγόμενον τοῦ Σωτῆρος ἐν τῇ Χώρᾳ· πάντα δὲ ταῦτα ποιήσομεν ὡς καὶ τὰ διδάγματα, μόνον τῇ τῶν πάλαι ἑλλήνων φωνῇ χρώμενοι, ἀναγιγώσκοντες πρὸς τὴν τῶν τόπων ἔκφρασιν τὰ ὑπὸ τῶν Βυζαντίων σοφῶν περὶ ἑκάστου χωρίου γεγραμμένα, καὶ ἐναλλὰξ προβάλλοντες μελετήματα πρὸς τὴν τῆς ἑλληνίδος φωνῆς χρῆσιν ἐπιτήδεια.
ἔστι καταλεγῆναι μέχρι τῆς πρώτης τοῦ Φεβρουαρίου μηνός
ΔΙΔΑΓΜΑΤΩΝ ΚΑΙ ΠΕΡΙΗΓΗΣΕΩΝ ΤΑΞΙΣ
ἄττα τῶν ὑπογεγραμμένων ταχ᾽ἂν μεταβάλοιέν τι
Programma | |
23 Φεβρουαρίου | ἄφιξις καὶ ὑποδοχὴ τῶν ἀκροατῶν |
24 Φεβρουαρίου | 9:00- 9:30 λόγοι εἰσιτήριοι
10:00-11:00 δίδαγμα 11:30- 12:30 δίδαγμα 16:00-18:00 θέα τοῦ ἱπποδρόμου |
25 Φεβρουαρίου | 9:00- 10:30: δίδαγμα
11:00-12:30 δίδαγμα 16:00-18:00 θέα τοῦ Αρχαιολογικοῦ Μουσείου |
25 febbraio | 9:00- 10:30: δίδαγμα
11:00-12:30 δίδαγμα 16:00-18:00 θέα τοῦ Ἁγίας Σοφίας |
27 febbraio | 9:00- 10:30: δίδαγμα
11:00-12:30 δίδαγμα 16:00-18:00 θέα τῆς Χώρας |
28 febbraio | 9:00- 10:30: δίδαγμα
11:00-12:30 δίδαγμα 16:00-18:00 θέα τῆς Βασιλικῆς Δεξαμενῆς |
1 marzo | 9:00-11:00 θέα τῆς Χρυσῆς Πύλης
11:00-12:30 παριπατητικὸν δίδαγμα 13:00 Άριστον ἐξιτήριον |