Ἑλληνικὴ ἀρχαιολογία καὶ τὰ τοῦ πολέμου ὑπεκκαύματα
ἐκ τῆς ιη´τοῦ Νοεμβρίου εἰς τὴν ιϛ´ τοῦ Δεκεμρβίου ,βκϛ´
Θουκυδίδης ὁ Ὀλόρου ἐν τοῖς σκοτεινοτάτοις ἐστὶ τῶν κατὰ τὴν Ἑλλάδα συγγραφέων· ταύτην γὰρ τὴν γνώμην ἔχουσιν οὐ μόνον οἱ πολλοὶ τῶν καθ᾽ἡμᾶς ἀνθρώπων, ἀλλὰ καὶ τῶν παλαιῶν οὐκ ὀλίγοι, εἴπερ ὁ Κικέρων, ἐπαινέτης ὢν τῶν Ἱστοριῶν ἐπὶ τῷ συντόνῳ καὶ πυκνῷ τῆς λέξεως, ἐμφανῶς ὁμολογεῖ οὐκ ἀεὶ οἷός τ᾽εἶναι διαλύειν τὰ Θουκυδίδου αἰνίγματα. τοῦτον γὰρ εἴποι ἄν τις ὅμοιόν πως εἶναι ἐν τῇ τῶν ἑλληνικῶν διηγήσει τεχνίτῃ τινὶ δεινῷ τὰ καθ᾽ἕκαστα τῆς ὑποθέσεως τορεύειν μηδὲ τὰς λεπτοτάτας τῶν γραμμῶν παριέντι· ταύτην δὲ τὴν ἀρετὴν ἐνδείκνυται εὐθὺς ἐκ τῆς πρώτης βύβλου, ἐν ᾗ ἀρχαιολογήσας τὰ περὶ τῆς Ἑλλάδος πρὸς τὴν διέξοδον τρέπεται τῶν τοῖς Πελοποννησιακοῖς προγεγενημένων τὰ τε φανερὰ καὶ τὰ ὕπουλα διακριβῶν τῆς ἔχθρας τῆς εἰς πόλεμον ἀποβησομένης.
ἐν τούτοις δὴ τοῖς Ἑλληνικοῖς διδάγμασιν τὴν ἐξήγησιν ἐπιβαλούμεθα τῶν ἀξιολογωτάτων χωρίων τῆς πρώτης βύβλου τῶν Ἱστοριῶν, ἐξ ἧς καταφανὲς γενήσεται τὸ βαθὺς τῆς τοῦ Θουκυδίδου συνέσεως καὶ δὴ καὶ αἱ ἀρεταὶ τῆς συγγραφῆς. οὕτως οὖν συνήθεις, ὡς ἔπος εἰπεῖν, γενησόμεθα ἀνδρὶ μεγαλοψύχῳ καὶ βαθεῖ καὶ ἐν τῇ ἑρμηνείᾳ πλεῖστον τοῦ ὕψους ἀντιποιουμένῳ καὶ τὰ κατ᾽ἀνθρώπους ἀξίως τῶν τριῶν τραγικῶν φιλοσοφοῦντι.
ἔστι ἐγγραφῆναι εἰς τοὺς ἀκροατάς ἐντὸς τῆς
ιε᾽ ἡμέρας τοῦ Νοεμβρίου ,βκϛ´
| Χρόνος | Ὑπόθεσις |
| Ἑρμοῦ ἡμ. 18 Νοεμβρίου, ὡρ. 18:00-19:30 CET |
ἄριστον τὸ ἄφορον |
| Ἑρμοῦ ἡμ. 25 Νοεμβρίου, ὡρ. 18:00-19:30 CET | Περὶ θαλαττοκρατίας καὶ λῃστείας |
| Ἑρμοῦ ἡμ. 2 Δεκεμβρίου, ὡρ. 18:00-19:30 CEST |
μετὰ τὰ Περσικά |
| Ἑρμοῦ ἡμ. 9 Δεκεμβρίου, ὡρ. 18:00-19:30 CEST |
τὰ κατὰ Κέρκυραν |
| Ἑρμοῦ ἡμ. 16 Δεκεμβρίου, ὡρ. 18:00-19:30 CET | εἰρήνης τέλος |
Διδαγμάτων τάξις
ἐν τοῖν πρώτοιν διδαγμάτοιν προτιθέμεθα ἀναγνῶναι τὴν ἀρχαιολογίαν, ἐν ᾗ Θουκυδίδης ἐπισκοπεῖ τὰ τῶν παλαιῶν Ἑλλήνων ἔργων, ἐν τούτοις τὰ κατὰ τὴν Μίνωος θαλαττοκρατίαν καὶ τὴν παλαιὰν λῃστείαν καὶ τὴν ἀποικιῶν ἐκπομπήν, ἄλλα τε πολλὰ διακριβῶν καὶ δὴ καί τινα ἀνήκοντα εἰς τὸν ἀρχαῖον τῶν Ἀθηναίων κόσμον καὶ τὰς μεταβολὰς ἃς διὰ χρόνου μετέβαλεν. ἐν τῷ δὲ τετάρτῳ καὶ ἐν τῷ πέμπτῳ τῶν διδαγμάτων γενησόμεθα πρὸς τῇ πεντακοενταετίᾳ ἣν οἱ Ἕλληνες κατ᾽εἰρήνην ἔζων μεταξὺ τε τῶν Περσικῶν καὶ τοῦ πολέμου τῶν Ἀθηναίων καὶ Λακεδαιμονίων, ὃν δὴ χρόνον ὁ Θουκυδίδης ἐπισκοπεῖ τὰ λεπτότατα τῶν καθ᾽ἑκάστην πόλιν πραγμάτων καὶ τῆς ἑκατέρων πρὸς ἑκατέρους ἐπιμειξίας. ἐν τῷ δὲ πέμπτῳ τῶν διδαγμάτων, ὅπερ διατριβῆς σχῆμα ἕξει, δοθήσεται τοῖς μαθηταῖς κατὰ πρόσωπον διαλέγεσθαι ἀλλήλοις μέν, ἔτι δὲ καὶ αὐτῷ τῷ διδασκάλῳ περὶ τῶν κατὰ πόλεμον.



