Φιλοκτήτης

Περὶ τῆς κατὰ Λῆμνον ἐρημίας

ἀπὸ τῆς λ᾽τοῦ Σεπτεμβρίου εἰς τῆν κη᾽τοῦ Ὀκτωβρίου ,βκϛ´

ὑβριστικοὶ μὲν οἱ θεοὶ εἰς τοὺς ἀγαθοὺς τῶν ἀνθρώπων, οὐδεμίας δὲ εὐτυχίας ἄφθονοι εἰς τοὺς πονηρούς· ἡ δὲ τούτων αἰτία ἄδηλος. οὕτω ἀφορίσειεν ἄν τις τὴν διάνοιαν τὴν τῷ Φιλοκήτῃ ὑποκειμένην, ὃν Σοφοκλῆς ἐν τῷ λγ᾽ ἔτει τῶν Πελοποννησιακῶν διδάξας τὰ πρωτεῖα ἀπηνέγκατο. ἡ μὲν σκηνὴ ἐστιν ἐν Λήμνῳ, ἐν ἀκτῇ ἀποτόμῳ καὶ τραχείᾳ· ἐν τοῖς δ´ὄπισθεν πάρεστιν ὁρᾶν δίστομον πέτραν· “ἐν θέρει δ᾽ὕπνον”, φησὶν ὁ Σοφοκλῆς “δι᾽ἀμφιτρῆτος αὐλίου πέμπει πνοή”· ὀλίγῳ δὲ κατωτέρω “ἴδοις ποτὸν κρηναῖον, εἴπερ ἐστὶ σῶν”. εἰς ταύτην τὴν ἤρεμον ἀπήγαγόν ποτε οἱ Ἀχαιοὶ Φιλοκτήτην τὸν τῶν Μαλιέων βασιλέα, ὃς ἀνίατον τραῦμα ὑπ᾽ὄφεως λαβὼν οὐκ ἐπαύετο τοὺς πέλας βοαῖς καὶ στεναγμοῖς λυπῶν. καὶ δὴ κατὰ τὰ πρῶτα τῆς τραγῳδίας Ὀδυσσεὺς καὶ Νεοπτόλεμος προσσχόντες εἰς τὴν νῆσον συμβουλεύονται ὅπως ἁρπάσειεν τὰ τόξα τοῦ Φιλοκτήτου, ἅπερ κατὰ τὴν τοῦ Ἑλένου μαντείαν ἀναγκαῖά ἐστι πρὸς τὴν ἅλωσιν τῆς Τροίας. ἐκ τούτου εἰσδὺς ὁ Νεοπτόλεμος εἰς τὸ σπήλαιον τὸν Φιλοκτήτην γνωρίζει, ἄνδρα ἐξηγριωμένον μὲν ὐπὸ δεκέτους ἐρημίας, οὐδὲν δὲ προειμένον τῆς παλαιᾶς γενναιότητος καὶ μεγαλοφροσύνης. τὴν οὖν αὐτοῦ εὔνοιαν ληψόμενος χρῆται ὁ νέος ταῖς τέχναις ταῖς ὑπὸ τοῦ Ὀδυσσέως προστεταγμέναις, δεινὰ δηλαδὴ ἑαυτῷ συνειδὼς καὶ ὕπουλον τρέφων μεταμέλειαν.

ἐν τούτοις δὴ τοῖς διδάγμασιν, ἅπερ παρέξομεν ἅπαξ καθ᾽ἑβδομάδα ἀπὸ τῆς λ᾽τοῦ Σεπτεμβρλιου μέχρι τῆς κη᾽τοῦ Ὀκτωβρίου, ἀναγνωσόμεθα τὰ ἀξιολογώτατα χωρία τοῦ Φιλοκτήτου Ἀττικιστὶ τὰ καθ᾽ἕκαστα ἐξηγησόμενοι. κατὰ τὴν ἀρχὴν συσκεψόμεθα τὰς τῶν προγεγενημένων ἀκοὰς σποράδην παρὰ τοῖς παλαιοῖς τῶν ποιητῶν καὶ τῶν συγγραφέων διεσκεδασμένας· καὶ μὴν ἡμῖν περὶ ταῦτα σπουδάζουσιν παραστήσεται ὡς ἔπος εἰπεῖν Δίων ὁ Προυσαῖος, ὅς ἐν τῷ  λόγῳ λέγει ὡς ἀπαλλαγείς ποτε τῶν καθ᾽ἕω γυμνασίων εἰς ἐπιθυμίαν ἦλθεν τοῦ ἀναγνῶναι τὰ κατὰ Φιλοκτήτην, καὶ διεξῆς ἀνελίξασθαι καὶ τὴν Αἰσχύλου καὶ τὴν τοῦ Εὐριπίδου καὶ τὴν τοῦ τοῦ Σοφοκλέους τραγῳδίαν, καὶ περὶ ἁπασῶν τὰ καθ᾽ἕκαστα μετὰ πολλῆς ἐναργείας διεξέρχεται.

τὰ μὲν πρῶτα τέτταρα τῶν διδαγμάτων ἐν ἀκροάσεως σχήματι παρέξομεν· ἐν τῷ δὲ πέμπτῳ παρακαλούμεθα τοὺς βουλομένους τῶν μαθητῶν πρὸς τὸ κατὰ πρόσωπον διὰ τοῦ ΖΟΟΜ διαλέγεσθαι, ὅπως ἡγουμένου τοῦ διδασκάλου ἀσκήσεις ποιῶνται πρὸς τὴν ἕξιν τῆς ἑλληνίδος φωνῆς, καὶ ταῦτά γε λέγοντες τε καὶ γράφοντες.

έκ τῶνδε δὲ δῆλον γενήσεται τὸ ἴδιον τοῦ Φιλοκτήτου τοῦ κατὰ Σοφοκλέα, ὅς ἐποίησεν Λῆμνον, εἶναι ἀοίκητον καὶ ἄθηρον καὶ μονονουχὶ ἄορνον, οὗ οἱ τοῦ Φιλοκτήτου στεναγμοὶ ἀφανίζονται κατὰ τὸ ἀπέραντον τῆς ἐρημίας.

     

    ἔστι ἐγγραφῆναι εἰς τοὺς ἀκροατάς ἐντὸς  τῆς

    κθ᾽ ἡμέρας τοῦ Σεπτεμβρίου ,βκϛ´

     

    Χρόνος Ὑπόθεσις
    Ἑρμοῦ ἡμ. 30 Σεπτεμβρίου, ὡρ. 18:00-19:30 CEST

    Ἄφιξις εἰς Λῆμνον

    Ἑρμοῦ ἡμ. 7 Ὀκτωβρίου, ὡρ. 18:00-19:30 CEST Ἐν τῷ ἄντρῳ
    Ἑρμοῦ ἡμ. 14 Ὀκτωβρίου, ὡρ. 18:00-19:30 CEST

    τὰ θεῖα ἐπαινῶν τοὺς θεοὺς ὁρῶ κακούς..

    Ἑρμοῦ ἡμ. 21 Ὀκτωβρίου, ὡρ. 18:00-19:30 CEST

    δόλος

    Ἑρμοῦ ἡμ. 28 Ὀκτωβρίου, ὡρ. 18:00-19:30 CET θεοφανία

     

     

    Φιλοκτήτης

    Ὀδυσσεύς

    Νεοπτόλεμος

    Σοφοκλῆς

    Δίων Προυσαῖος

     

     

     

    Διδάσκαλος

    Paolo Pezzuolo

     

    Ἀκροαταί

    Διδάσκαλοι, μαθηταὶ καὶ πάντες οἱ περὶ τὰ ἑλληνικὰ ἐσπουδακότες

    Ποῦ

    ἐν τῷ δικτύῳ, ἐν τῷ ἀκροατηρίῳ ΖΟΟΜ

    Φωνή

    Ἑλληνίς

    Δίπλωμα

    τοῖς αἰτουμένοις δίπλωμα δώσομεν

    Δίδακτρα

    65 €

    Εγγραφή καὶ ταινίαι

    Ἐπειδὰν ἐγγραφῇς, λήψῃ παρ᾽ἡμῶν τὰ σύμβολα τἀναγκαῖα πρὸς τὴν εἰς τὸ ἀκροατήριον εἴσοδον. πρὸς δὲ τούτοις, τετελεσμένης ἑκάστης διδασκαλίας, δέξῃ ταινίαν ἣ θεατὴ μενεῖ μέχρι τοῦ τέλους τῶν μαθημάτων.