Νεφέλαι

Πράξεις Στρεψιάδου καὶ χλευασία Σωκράτους

ἑλληνικὰ διδάγματα, ΖΟΟΜ, ἀπὸ 12 ἡμ. Μαρτίου-εἰς 7 ἡμ. Μαίου 2022

 

ὁ Στρεψιάδης, γεωργὸς Ἀθηναῖος τῶν θύμου καὶ τυροῦ ὀζόντων, παρείσαγεται ἐν τῇ ἀρχῇ τῶν Νεφελῶν ἀγρυπνῶν ἀωρὶ τῆς νυκτὸς καὶ ἐν ταῖς σισύραις μετὰ πολλῆς φροντίδος στρωφώμενος· πιέζεται γὰρ ὑπὸ τῶν ὀφλημάτων, οἷς ὑπέρχρεως γέγονε διὰ τὰς πολλὰς δαπάνας τὰς ὑπὲρ τοῦ παιδός, ὅς γε εἰς τὴν τε ἱππικὴν καὶ τὸν ἀστικὸν βίον μαίνεται. ἀναστὰς οὖν ἐκ τῆς κλίνης καὶ ἀνάψας τὸν λύχνον, ἐξελίττει τὸν λόγον τῶν δανεισμάτων, ἅπερ ἀμήχανον ὅσα ἐστίν· τὴν δὲ ἱερὰν ἄγκυραν εἶναι παρὰ τῷ Σωκράτει, ὅς δή, δεινὸς ὢν σοφίσματα καὶ παλιλλογίας πλέκειν, τάχ᾽ἂν διδάξειε τὸν Φειδιππίδην (οὕτω γὰρ καλεῖται ὁ παῖς ὁ τοῦ Στρεψιάδου) τέχνας δι᾽ἃς τοὺς χρήστας φενακιεῖ. αὕτη οὖν ἡ ἀρχὴ ἐστιν τῶν ἀτόπων παθημάτων ἅπερ ὁ Στρεψιάδης ὑπέσχεν· εἰσαχθεὶς γὰρ εἰς τὸ τοῦ Σωκράτους φροντιστήριον, ἐν ᾧ διατρίβουσιν νεανίαι ἰσχνοὶ καὶ ὠχροὶ καὶ μανικοὶ τὴν πρόσοψιν, ἀναγκάζεται πολλὰ νέα καὶ ἀπροσδιόνυσα ἐκμανθάνειν περὶ τῶν τε ψυλλῶν καὶ τῶν κωνώπων καὶ τῶν ἀλεκτρυόνων καὶ τῆς δαιμονίας τῶν νεφελῶν φύσεως. τὸ δὲ τέλος ὁ κακοδαίμων, ὑβρισθεὶς μὲν ὑπὸ τοῦ Σωκράτους, τυφθεὶς δὲ ὑπὸ τοῦ παιδός, δᾷδα λαβὼν ἀναβαίνει ἐπὶ τὴν τοῦ φροντιστηρίου ὀροφήν ὡς ἐμπρήσων.

 

ἐν τούτοις μέντοι τοῖς μαθήμασιν, ἐν οἷς οὐδεμιᾷ φωνῇ χρησόμεθα πλὴν τῆς Ἀτθίδος, διαδραμούμεθα τὰς Νεφέλας, κωμῳδίαν τῶν τερπνοτάτων τῶν ὑπὸ τοῦ Ἀριστοφάνους γεγραμμένων, ἐν ᾗ τὸ πικρὸν τῆς χλευασίας τῷ κάλλει τῶν εἰκόνων καὶ τῷ ὕψει τῶν φαντασιῶν συμμείγνυται. πρὸς δὲ τούτοις πολλὰ λέξομεν περὶ τοῦ τε χρόνου καὶ τῶν τόπων ἐν οἷς τὸ δρᾶμα ἐδιδάχθη, ἐξηγούμενοι ἐν τοῖς ἄλλοις καὶ δι᾽ἥντινα αἰτίαν μετὰ τὴν τοῦ Σωκράτους τελευτὴν λόγος ἐσκέδαστο, ὡς ὁ Ἀριστοφάνης γράψειε τὰς Νεφέλας χαριζόμενος ἢ μᾶλλον συμπολιτευόμενος τῷ τε Ἀνύτῳ καὶ Μελήτῳ, οἵ γε τὸν Σωκράτη ἀσεβέιας ἐδίωξαν. πρὸς δὲ τούτοις σκεψόμεθα τί δή ποτε τοῦτο τὸ δρᾶμα, ὅπερ ἔμελλεν ὑπεραρέσκειν τοῖς μεταγενεστέροις, κακῶς ἔπραξεν ἐν τῷ θεάτρῳ ὅτε τὸ πρῶτον ἐδιδάχθη.

 

ὅσα δ᾽ἡμῖν δοκοῦμεν εὖ πεπραγέναι κατὰ τὰ ἑλληνικὰ μαθήματα ἅπερ εἰς τόνδε τὸν χρόνον παρέσχομεν, ταὐτὰ ταῦτα παραβαλόμενοι καὶ συναρμόσαντες ἀλλήλοις καινὸν νῦν διδαχῆς τρόπον εἰσηγούμεθα, ὅπως ὑμῖν ὑπάρξῃ ἅμα μὲν παρόντος τοῦ διδασκάλου ἀκροάζεσθαι, ἔτι δὲ καὶ, ἐὰν βούλησθε, τοῖς τε συνακροαταῖς εἰς λόγους ἰέναι καὶ δὴ καὶ  αὐτοῖς τὴν τῆς ἑλληνίδος φωνῆς χρῆσιν συνασκεῖν.  σύνιμεν μὲν οὖν δι᾽ἑβδομάδος εἰς τὴν κοινὴν ἐξέδραν τὴν παρὰ τῷ ΖΟΟΜ ὡς κατὰ πρόσωπον διαλεχθησόμενοι (“Meeting”), ἐν ἑκάστῃ δὲ τῶν ὁμιλιῶν ὁ διδάσκαλος τὰ μὲν ἐξηγήσεται χωρία τῶν Νεφελῶν, τὰ δὲ τοῖς βουλομένοις τῷ ἑλληνισμῷ ἐγγυμνάζεσθαι προθήσει λέγειν περὶ περὶ  τῶν πραγμάτων τῶν ἀεὶ ἐπερχομένων. πρὸς δὲ τούτοις, παρὰ πάντα τὰ διδάγματα ταινίας ἐγκόψομεν, ὅπως οἱ μὴ δυνάμενοι μετέχειν τῶν ὁμιλιῶν ἔχωσιν μηδὲν ἧττον τῆς διδάξεως ἀπολαύειν. ἑκάστῳ δὲ τῶν ἀκροατῶν αἰεὶ αἵρεσις γενήσεται, πότερον φανήσεται ἐν τῇ ταινίᾳ τῇ ἑκάστοτε ἐγκεκομμένῃ ἢ μή.

 

 

Χρόνος Ὑπόθεσις
Κρόνου ἡμ. 12 Μαρτίου 2022, ὡρ. 17:00-18:15 CET ἦν γὰρ νύξ ποτε…
Κρόνου ἡμ. 19 Μαρτίου 2022, ὡρ. 17:00-18:15 CET Ἀριστοφάνης κατὰ Σωκράτους
Κρόνου ἡμ. 2 Ἀπριλίου 2022, ὡρ. 17:00-18:15 CET τὸ φροντιστήριον
Κρόνου ἡμ. 9 Ἀπριλίου 2022, ὡρ. 17:00-18:15 CEST ψῦλλαι, κώνωπες, ἀλεκτρυόνες
Κρόνου ἡμ. 16 Ἀπριλίου 2022, ὡρ. 17:00-18:15 CEST ὁ περὶ τοὺς θεούς νεωτερισμός
Κρόνου ἡμ. 23 Ἀπριλίου 2022, ὡρ. 17:00-18:15 CEST κατὰ τῶν χρηστῶν
Κρόνου ἡμ. 30 Ἀπριλίου 2022, ὡρ. 17:00-18:15 CEST τύψεις
Κρόνου ἡμ. 7 Μαίου 2022, ὡρ. 17:00-18:15 CEST ἡ τοῦ φροντιστηρίου πυρά

 

ἔστι ἐγγραφῆναι εἰς τοὺς ἀκροατάς εἰς  τὴν

11 ἡμέραν τοῦ Μαρτίου μ. 2022

     

     

     

    Διδάσκαλος

    Paolo Pezzuolo

    Ἀκροαταί

    Διδάσκαλοι, μαθηταὶ καὶ πάντες οἱ περὶ τὰ ἑλληνικὰ ἐσπουδακότες

    Ποῦ

    ἐν τῷ δικτύῳ, ἐν τῷ ἀκροατηρίῳ ΖΟΟΜ

    Φωνή

    Ἑλληνίς

    Δίπλωμα

    τοῖς αἰτοῦσιν δίπλωμα δώσομεν

    Τιμή

    80 €

    Εγγραφή καὶ ταινίαι

    Ἐπειδὰν ἐγγραφῇς, λήψῃ παρ᾽ἡμῶν τὰ σύμβολα τἀναγκαῖα πρὸς τὴν εἰς τὸ ἀκροατήριον εἴσοδον. πρὸς δὲ τούτοις, τετελεσμένης ἑκάστης διδασκαλίας, δέξῃ ταινίαν ἣ θεατὴ μενεῖ μέχρι τοῦ τέλους τῶν μαθημάτων.