περὶ τῆς Ἀτλαντικῆς δυνάμεως, ὅπως ἤκμασεν καὶ διεφθάρη
ἑλληνικὰ διδάγματα, ΖΟΟΜ, ἀπὸ 17 ἡμ. Σεπτ. μην.-εἰς 9 ἡμ. Νοεμ. μην. 2022
οὕτω ποτ᾽ἦν Ἀτλαντὶς νῆσος ἐν μέσῳ τῷ Ὠκεανῷ κειμένη, παλαιός τις καὶ μυθώδης τόπος, οὗ γενέσθαι φασὶν μεγίστην καὶ φοβερὰν δύναμιν βασιλέων· ταύτην μὲν οὖν τὴν ἀρχήν, ὡρμημένην καταδουλώσασθαι τὴν τε Λιβύην καὶ τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν καὶ τὸ σύνολον πᾶσαν τὴν γῆν τὴν ἐντὸς τῶν Ἡρακλειῶν στηλῶν, ἤδη πόρρω ἐλάσασαν τῆς στρατείας, τὸ τέλος καταλυθῆναι ὑπὸ τῶν Ἀθηναίων, οἵπερ, ὡς δοκεῖ, μόνοι τῶν τότε ἀνθρώπων ἐτόλμησαν τοῖς εἰσβάλλουσιν εἰς μάχην ἐπεξιέναι. οὗτος δὲ δῆ ὁ λόγος, ὅς ἐν τοῖς τερπνοτάτοις καὶ μάλιστα δυσερμηνεύτοις μύθοις ἐστιν οἵ ἐκ τῆς παλαιᾶς Ἑλλάδος εἰς ἡμᾶς διέρκεσαν, ἀπεκαλύφθη τῷ Σόλωνι ὑπὸ ἱερέως τινὸς Αἰγυπτίου· πάντα δὲ ταῦτα γενέσθαι ἐννεακισχιλίοις ἔτεσιν πρότερον, τὴν δὲ μνήμην ἐκείνῆς τῆς πράξεως, ἑτέρωθι πανταχοῦ ἀφανισθεῖσαν, διαπεφυλάχθαι ἐν μόνῃ τῇ Αἰγύπτῳ.
τὰ κατὰ τὴν Ἀτλαντίδα, ἅπερ καὶ οἱ τε πάλαι καὶ οἱ καθ᾽ἡμᾶς μετὰ μεγίστης ἡδονῆς οὐ παύονται ἀναγιγνώσκοντες, ἀμήχανον ὅσα θάυματα καὶ τερατείας ἐνέχει, οἷον τοὺς δέκα βασιλεῖς, τοὺς συλλόγους τοὺς νυκτερινοὺς, τοὺς νόμους τοὺς εἰς ἤλεκτρον ἐγγεγραμμένους, τὸ τε πορφυροῦν καὶ τὸ κυανοῦν τῶν στολῶν, τὸ μέλαν καὶ τὸ ἐρυθρὸν καὶ τὸ λευκὸν τῶν πύργων καὶ τῶν βασιλείων, τὰς γεφύρας τὰς παμμεγέθεις, τὰ ἱερὰ τῶν θεῶν τῶν ἐναλίων, τὰ τε πολεμιστήρια καὶ τὰ ἐμπορευτικά, τὰς τε ἄλλας τοῦ Ποσειδῶνος πράξεις καὶ μάλιστα τὸ ἔργος ᾧ τὴν νῆσον τροχοειδῆ ἀπειργασατο.
ΜΕΡΟΣ Α
ἐν τούτοις τοῖς διδάγμασιν ἀναγνωσόμεθα πάντα ὅσα ἐν τῷ τε Τιμαίῳ καὶ ἐν τῷ Κριτίᾳ ἐμυθολόγησεν ὁ Πλάτων περὶ τῆς Ἁτλαντίδος· ἐπιστήσομεν δὲ καὶ τὴν σκέψιν περὶ ὧν οἱ μεταγενέστεροι τῶν τε φιλοσόφων καὶ τῶν ποιητῶν ἔγραψαν ἢ διενοήσαντο περὶ τοῦ Ἀτλαντικοῦ λόγου. Τοῦτο δὲ τό μέρος τῶν ἀκροάσεων παρέξομεν ἅπαξ ἑκάστης ἑβδομάδος, ταῖς ἡμέραις τοῦ Κρόνου, ἐν τῷ ἀκροατηρίῳ Ζoom (“webinar”)., ἀπὸ τῆς 17:00 (CEST) ὥρας μετὰ τὴν μεσημβρίαν μέχρι τῆς 18:15.
ΜΕΡΟΣ Β
ἑν ταύταις ταῖς διατριβαῖς, αἵ γενήσονται καθ᾽ἑκάστην Ἑρμοῦ ἡμέραν τῇ 18:00 (CEST) ὥρᾳ μετὰ τὴν μεσημβρίαν, σύνιμεν εἰς λόγους ὡς διαλεχθησόμενοι καὶ ἐγγυμνασόμενοι τῇ χρήσει τῆς Ἀττικῆς φωνῆς, πρόσεχοντες τὸν νοῦν μάλιστα πρὸς τὰ ὀνόματα τὰ ἐνόντα τῷ Ἀτλαντικῷ λόγῳ. ἐν ἑκάστῳ τῷ συλλόγῳ, ὅπερ γενήσεται ἐν τοῖς ἀκροατηρίοις ZOOM (“Meeting”) ὑπάρξει ὑμῖν, ἐὰν βούλησθε, καὶ διαλέγεσθαι τοῖς συνακροαταῖς καὶ αὐτοὺς κατὰ πρόσωπον ὁρᾶν. ἡμεῖς δὲ ὑμῖν εἰσηγεσόμεθα μελετήματα πρὸς τὴν αὔξησιν τῆς ὑμετέρας ἐπιστήμης τῆς περὶ τὴν Ἀττικὴν φωνήν.
ἔστι ἐγγραφῆναι εἰς τοὺς ἀκροατάς εἰς τὴν
16 ἡμέραν τοῦ Σεπτεμβρίου μ. 2022
ΜΕΡΟΣ Α´
Χρόνος | Ὑπόθεσις |
Κρόνου ἡμ. 17 Σεπτεμβρίου 2022, ὡρ. 17:00-18:15 CEST | ἐν Αίγύπτῳ, ἐν τῷ νεῷ τῆς Νηΐθ… |
Κρόνου ἡμ. 24 Σεπτεμβρίου 2022, ὡρ. 17:00-18:15 CEST | αἱ φθοραὶ αἱ διὰ πυρός, αἱ φθραὶ αἱ διὰ ὕδατος |
Κρόνου ἡμ. 1 Ὀκτωβρίου 2022, ὡρ. 17:00-18:15 CEST | οἱ ἔρωτες τοῦ Ποσειδῶνος |
Κρόνου ἡμ. 8 Ὀκτωβρίου 2022, ὡρ. 17:00-18:15 CEST | περὶ τῶν ι βασιλέων |
Κρόνου ἡμ. 15 Ὀκτωβρίου 2022, ὡρ. 17:00-18:15 CEST | τὰ ἱερὰ τῶν έναλίων θεῶν |
Κρόνου ἡμ. 22 Ὀκτωβρίου 2022, ὡρ. 17:00-18:15 CEST | καθημέριος βίος ἐν Ἀτλαντίδι… |
Κρόνου ἡμ. 29 Ὀκτωβρίου 2022, ὡρ. 17:00-18:15 CET | νόμοι εἰς ἤλεκτρον ἐγγεγραμμένοι |
Κρόνου ἡμ. 5 Νοεμβρίου 2022, ὡρ. 17:00-18:15 CET | ὁ κατακλυσμός |
ΜΕΡΟΣ Β´
Χρόνος | Ὑπόθεσις |
Ἑρμοῦ ἡμ. 21 Σεπτεμβρίου 2022, ὡρ. 18:00-19:15 CEST | περὶ τῆς Αἰγύπτου |
Ἑρμοῦ ἡμ. 28 Σεπτεμβρίου 2022, ὡρ. 18:00-19:15 CEST | περὶ τῶν τεττάρων στοιχείων |
Ἑρμοῦ ἡμ. 5 Ὀκτωβρίου 2022, ὡρ. 18:00-19:15 CEST | περὶ τῆς τε θαλάττης καὶ τῶν ἐναλίων θεῶν |
Ἑρμοῦ ἡμ. 12 Ὀκτωβρίου 2022, ὡρ. 18:00-19:15 CEST | περὶ τῆς τε ἀρχῆς καὶ τῆς τυραννίδος καὶ τῆς βασιλείας |
Ἑρμοῦ ἡμ. 19 Ὀκτωβρίου 2022, ὡρ. 18:00-19:15 CEST | περὶ τῶν θείων |
Ἑρμοῦ ἡμ. 26 Ὀκτωβρίου 2022, ὡρ. 18:00-19:15 CEST | ἐμπορευτικά, ναυτικά, καπηλικά |
Ἑρμοῦ ἡμ. 2 Νοεμβρίου 2022, ὡρ. 18:00-19:15 CET | περὶ τῶν νυκτερινῶν συλλόγων |
Ἑρμοῦ ἡμ. 9 Νοεμβρίου 2022, ὡρ. 18:00-19:15 CET | περὶ τῶν φθορῶν |