Περὶ τῶν παλαιῶν προσώπων

τὰ τῶν Ἑλλήνων πρόσωπα, γοργεῖα, μορμολυκεῖα

ἑλληνικὴ ἀκρόασις, δωρεάν

τῇ τοῦ Κρόνου ἡμέρᾳ τῇ 10 τοῦ Σεπτεμβρίου μ. ε. 2022, ὡ. 17:00 CEST, ZOOM

 

τὰ τραγικὰ καὶ κωμικὰ πρόσωπα, εἴτε λινᾶ εἴτε σκύτινα ἦν, εἴτε ξύλινα εἴτε ὀστράκινα, εἴτε δ᾽αὖ κόμας εἶχε λελυμένας εἴτε εἰς ὄγκους ἢ σπείρας κεκοσμημένας, εἴτε γέροντας σφηνοπώγωνας ἐμιμεῖτο εἴτε ἡγεμόνας πλατυπροσώπους, εἴτε καὶ βασιλίσσας αὐχμηρὰς εἴτε ἑταιρίδια ἐψιμυθιωμένα ἀπείκαζεν, δῆλά ἐστιν ὄντα τὰ κάλλιστα καὶ κυριώτατα σκεύη τῶν παλαιῶν δραμάτων, δεινὰ μὲν ἀποκρύπτεσθαι ἅμα καὶ ἀποκαλύπτειν τὰ ὄντα, καθ´ἑαυτὰ δὲ δυνάμενα αἰνίττεσθαι εἰς ἐκεῖνο τὸ ἀμφίβολον καὶ σκοτεινὸν καὶ θεῖον ὅπερ δόξειεν ἂν εἶναι ὁ μυελὸς τῶν παλαιῶν δραμάτων.

ἐν ταύτῃ οὖν τῇ ἀκροάσει, ἣν δωρεὰν παρέξομεν τοῖς βουλομένοις ἀκροᾶσθαι, παραδραμούμεθα τὴν τε γένεσιν τῶν παλαιῶν προσώπων καὶ τὰς μεταβολὰς ἃς ταῦτα χρόνῳ ὑπέσχε καὶ ὅσα περὶ αὐτὰ ἐφεξῆς ἐγένετο, ἀπὸ τῶν ἀρχαιοτάτων δηλαδὴ ἱερῶν τῶν τοῦ Διονύσου εἰς τὸν αἰῶνα τὸν μετὰ Ἀλέξανδρον τὸν Μακεδόνα καὶ ὕστερον μέχρι εἰς τὸν χρόνον τὸν Καισάρειον. ταύτην τὴν ὁδὸν βαδιοῦμεν συμπορευόμενοι ἄλλοις τε συγγραφεῦσιν καὶ ποιηταῖς, μάλιστα δὲ τῷ τε Πλάτωνι καὶ τῷ Ἀριστοτέλει καὶ τῷ Λουκιανῷ καὶ δὴ καὶ Ἰουλίῳ τῷ Πολυδεύκει, ὅς τυγχάνει ἡμῖν καταλιπὼν τὸν μέγιστον καὶ ἀκριβέστατον κατάλογον τὸν ἀρχαίων προσώπων.

 

παρησόμεθα εἰς τὰ ἔσχατα ἑκατὸν ἀκροατάς

ἅπτου ΤΟΥΤΟΥ, ὅπως ἐγγραφῇς εἰς τοὺς ἀκροασομένους