Πλοῦτος


Warning: Undefined array key "gr" in /home/sctica/domains/scholahumanistica.com/public_html/wordpress/wp-content/themes/schola/app/setup.php on line 1200

Warning: Undefined array key "gr" in /home/sctica/domains/scholahumanistica.com/public_html/wordpress/wp-content/themes/schola/app/setup.php on line 1200

Warning: Undefined array key "gr" in /home/sctica/domains/scholahumanistica.com/public_html/wordpress/wp-content/themes/schola/app/setup.php on line 1200

περὶ τῆς τοῦ Χρυσοῦ Αἰῶνος καταγωγῆς

ἑλληνικὰ διδάγματα, ἀπὸ τῆς 9 ἡμ. τοῦ Νοεμβρίου μ. εἰς τὴν 19 ἡμ. τοῦ Δεκεμβρίου  μ. 2024 ἔ.

γεωργός τις Χρεμύλος τοὔνομα, πορευσάμενός ποτε τὴν εὐθὺς τῶν Δελφῶν, εἰσέρχεται εἰς τὸ χρηστήριον βουλόμενος περὶ τοῦ παιδὸς μαντεύεσθαι, πότερον εἵμαρται αὐτῷ καταβιῶναι ἐν τῇ πενίᾳ ἐν ᾗ καὶ αὐτὸς ἔζη. ὁ δὲ θεὸς κατὰ τὸ σύνηθες πάνυ σκοτεινὰ καὶ δυσσύμβλητα ἀναιρεῖ· δεῖν γὰρ τὸν Χρεμύλον διαλεχθῆναι ᾧ ἂν πρώτῳ ἐπιτύχοι ἐκ τοῦ ἱερείου ἐξερχόμενος. ὑπακούσας μέντοι τῷ θεῷ ὁ Χρεμύλος ἔρχεται εἰς λόγους πτωχῷ τινὶ λελωβημένῳ τοὺς ὀφθαλμοὺς, καὶ λόγων ἐπὶ λόγοις ἐπιγιγνομένων ὁ τυφλὸς κατάδηλος γίγνεται οὐδεὶς ἄλλος ὢν ἢ ὁ Πλοῦτος. τὰς δὲ πλοκὰς τὰς ἐνθένδε ἐξελιττομένας οὐ φθάνοις ἂν θαυμάζων· ὡς δὲ συνελόντι εἰπεῖν, ταῦτα ἐκβαινει εἰς ἐγκοίμησιν ἐν Ἐπιδαύρῳ καὶ εἰς τὴν ἐνθένδε εἴσοδον τοῦ Πλούτου εἰς τὰς Ἀθήνας· ταῦτα δὲ ποιῶν, δοκεῖ ὡς ἀληθῶς τὸν Χρυσοῦν Αἰῶνα εἰς τὴν γῆν καταγαγεῖν. ἡ δὲ ἄρτι κατασταθεῖσα ἰσονομία καὶ ἡ τοῦ πλούτου κατὰ τοὺς πολίτας μετάδοσις οὐ πᾶσιν ἀρέσκει δηλαδή, πάντων δὲ ἥκιστα τοῖς πολίταις τοῖς ἀπ᾽ἀλλοτρίων κακῶν κερδαίνουσιν, οἷον τῷ συκοφάντῃ καὶ γραῒ τινι καπρώσῃ. 

 

Διὰ τούτων μέντοι τῶν διδαγμάτων, ἅπερ τούτου τοῦ ἔτους φθίνοντος παρέξομεν, παρακαλοῦμεν πάντας τοὺς φιλέλληνας πρὸς ἀκριβῆ καὶ βαθείαν ἀναγνωσιν τοῦ ὑστάτου τῶν περιγεγοντών τοῦ Ἀριστοφάνους δραμάτων, ὃς χαίρειν ἐάσας τὸν θόρυβον τῶν καθ᾽αὑτὸν πραγμάτων ὁρμᾷ ἐπὶ τὸ παράδοξον καὶ ὀνειρῶδες καθαρᾶς τινος καὶ ἀχρόνου ποιήσεως. ἐνθένδε δὲ τὸ προσαγωγὸν τοῦ Πλούτου, ὅς μᾶλλον τῶν ἑτέρων τοῦ Ἁριστοφάνους κωμῳδιῶν, δεινός ἐστιν τοὺς καθ᾽ἡμᾶς ψυχαγγεῖν εἰς γέλωτα καταστῆσαι.

ΜΕΡΟΣ Α· Πλοῦτος

ἐν τῷ προτέρῳ μέρει ἀναγνωσόμεθα ἐνίους τῶν τερπνοτάτοων χωρίων ταύτης τῆς κωμῳδίας.

Τοῦτο δὲ τό μέρος τῶν ἀκροάσεων παρέξομεν ἅπαξ ἑκάστης ἑβδομάδος, ταῖς ἡμέραις τοῦ Κρόνου, ἐν τῷ ἀκροατηρίῳ Ζoom (“webinar”), ἀπὸ τῆς 17:00 (CET) ὥρας μετὰ τὴν μεσημβρίαν μέχρι τῆς 18:15.

ταινίαν ἑκάστου διδάγματος ἐγγράψαντες θεατὴν ποιήσομεν μέχρι τοῦ τῶν ἀκροάσεων τέλους.

ΜΕΡΟΣ  Β· γραφὴ ἑλληνικῶν λόγων

ἐν ταύταις ταῖς διατριβαῖς, αἵ γενήσονται καθ᾽ἑκάστην Διὸς ἡμέραν τῇ 18:00 (CET) ὥρᾳ μετὰ τὴν μεσημβρίαν, σύνιμεν εἰς λόγους ὡς διαλεχθησόμενοι καὶ ἐγγυμνασόμενοι τῇ χρήσει τῆς Ἀττικῆς φωνῆς, πρόσεχοντες τὸν νοῦν μάλιστα πρὸς τὰ ὀνόματα τὰ ἐνόντα τῷ Ἀτλαντικῷ λόγῳ. ἐν ἑκάστῳ τῷ συλλόγῳ, ὅπερ γενήσεται ἐν τοῖς ἀκροατηρίοις ZOOM (“Meeting”) ὑπάρξει ὑμῖν, ἐὰν βούλησθε, καὶ διαλέγεσθαι τοῖς συνακροαταῖς καὶ αὐτοὺς κατὰ πρόσωπον ὁρᾶν. ἡμεῖς δὲ ὑμῖν εἰσηγεσόμεθα μελετήματα πρὸς τὴν αὔξησιν τῆς ὑμετέρας ἐπιστήμης τῆς περὶ τὴν Ἀττικὴν φωνήν.

ἐν τούτῳ τῷ μέρει γυμνασόμεθα ἐν τῇ χρήσει τῶν λέξεων τῶν περὶ τὴν τε πενίαν καὶ τὸν πλοῦτον, τὴν πτωχείαν,τὴν ἐγκόμησιν, τὸν Χρυσοῦν Αἰῶνα, τὴν συκοφαντείαν, καὶ τὸν ἔρωτα τῶν γερόντων πρὸς τοὺς νέους.

     

    ἔστι ἐγγραφῆναι εἰς τοὺς ἀκροατάς εἰς  τὴν

    9 ἡμέραν τοῦ Νοεμβρίου μ. 2024

     

     

    διδαγμάτων τάξις

    ἔστι καταλέγεσθαι καὶ ἅμα εἰς ἑκάτερα τὰ διδάγματα καὶ χωρίς είς θάτερον.

     

    ΜΕΡΟΣ Α´
    ΠΛΟΥΤΟΣ

     

    Χρόνος Ὑπόθεσις
    Κρόνου ἡμ. 9 Νοεμβρίου, ὡρ. 17:00-18:15 CET

    Πλοῦτος πτωχεύων

    Κρόνου ἡμ. 16 Νοεμβρίου, ὡρ. 17:00-18:15 CET

    ὁ τῆς Πενίας λόγος

    Κρόνου ἡμ. 23 Νοεμβρίου, ὡρ. 17:00-18:15 CET

    ἐν τῷ Ἀσκληπιείῳ

    Κρόνου ἡμ. 30 Νοεμβρίου, ὡρ. 17:00-18:15 CET

    ὁ Χρυσοῦς Αἰὼν κατελήλυθεν

    Κρόνου ἡμ. 7 Δεκεμβρίου, ὡρ. 17:00-18:15 CET

    ὁ συκοφάντης

    Κρόνου ἡμ. 14 Δεκεμβρίου, ὡρ. 17:00-18:15 CET

    γραῦς καπρῶσα

     

    ΜΕΡΟΣ Β´

     

    Χρόνος Ὑπόθεσις
    Διός ἡμ. 14 Νοεμβρίου , ὡρ. 18:00-19:15 CET

    περὶ πενίας καὶ πλούτου

    Διός ἡμ. 21 Νοεμβρίου, ὡρ. 18:00-19:15 CET

    περὶ πτωχείας

    Διός ἡμ. 28 Νοεμβρίου, ὡρ. 18:00-19:15 CET

    περὶ ἐγκοιμήσεως

    Διός ἡμ. 5 Δεκεμβρίου, ὡρ. 18:00-19:15 CET

    περὶ Χρυσοῦ Αἰῶνος

    Διός ἡμ. 12 Δεκεμβρίου, ὡρ. 18:00-19:15 CET

    περὶ συκοφαντείας

    Διός ἡμ. 19 Δεκεμβρίου, ὡρ. 18:00-19:15 CET

    γεροντικὸς ἔρως

     


    Warning: Undefined array key "gr" in /home/sctica/domains/scholahumanistica.com/public_html/wordpress/wp-content/themes/schola/app/setup.php on line 1200

    Χρεμύλος

    Πλοῦτος

    Ἀσκληπιός

    γραῦς

     


     

    Διδάσκαλος

    Paolo Pezzuolo

     

    Ἀκροαταί

    Διδάσκαλοι, μαθηταὶ καὶ πάντες οἱ περὶ τὰ ἑλληνικὰ ἐσπουδακότες

    Ποῦ

    ἐν τῷ δικτύῳ, ἐν τῷ ἀκροατηρίῳ ΖΟΟΜ

    Φωνή

    Ἑλληνίς

    Δίπλωμα

    τοῖς αἰτοῦσιν δίπλωμα δώσομεν

    Τιμή

    90 € ἀντὶ τοῦ προτέρου μέρους

    90€ ἀντὶ τοῦ δευτέρου μέρους

    140 € ἀντὶ ἀμφοτέρων τῶν μερῶν

    Εγγραφή καὶ ταινίαι

    Ἐπειδὰν ἐγγραφῇς, λήψῃ παρ᾽ἡμῶν τὰ σύμβολα τἀναγκαῖα πρὸς τὴν εἰς τὸ ἀκροατήριον εἴσοδον. πρὸς δὲ τούτοις, τετελεσμένης ἑκάστης διδασκαλίας, δέξῃ ταινίαν ἣ θεατὴ μενεῖ μέχρι τοῦ τέλους τῶν μαθημάτων.