Συκοφάνται, πόρναι, φαῦλοι ὑποκριταί
ἑλληνικὰ διδάγματα, ἀπὸ τῆς 2 ἡμ. τοῦ Μαρτίου μ. εἰς τὴν 25 ἡμ. τοῦ Ἀπριλίου μ. 2024 ἔ.
Δημοσθένης, ὁ πρῶτος τῶν ῥητόρων, ὁ δυνάμενος πᾶσι τοῖς τῆς Ἑλληνίδος φωνῆς τύποις χρῆσθαι, ὁ κράτιστος τεχνίτης τοῦ τε ὕψους καὶ τοῦ μεγαλοπρεποῦς χαρακτῆρος, πολλοῖς μὲν τῶν ἐπιγιγνομένων σοφιστῶν ἄριστον δεινότητος παράδειγμα κατελίπετο, πολλοὺς δὲ πολιτικοὺς καὶ φιλοσόφους καὶ στασιαστὰς ταῖς ἑαυτοῦ πράξεσιν καὶ διανοίαις διαπύρους ἐποίησε πρὸς τὴν τε ἐλευθερίαν καὶ τὴν παρρησίαν καὶ τὸ τῶν τυράννων μῖσος. αὐτοῦ μέντοι τηλικοῦτον θαῦμα διὰ χρόνων καὶ παρὰ πᾶσιν τοῖς ἀνθρώποις ἔχοντος, ὅμως ἐν τοῖς νῦν χρόνοις πάνυ ὀλίγους εὑρίσκομεν οἷς πρὸς ἡδονήν ἐστιν τοὺς τοῦ Δημοσθένους λόγους άναγιγνώσκειν· τοῦτο δὲ γίγνεται τὰ μὲν διὰ τὸ πυκνὸν καὶ ἴδιον τῆς λέξεως, τὰ δὲ ὅτι οὐκ ἔσθ᾽ὅπως ἄν τις συνείη τοῦ Δημοσθένους ἄνευ γραμματικῶν ὑπομνημάτων, εἰ μὴ δηλαδὴ τυγχάνει τὰ ἔργα τὰ τῶν τότε Ἑλλήνων ἐπ᾽ὄνυχα ἐπιστάμενος.
δεῖ δὲ ἡμᾶς μεμνῆσθαι ὡς ὁ Δημοσθένης δεινὸς ἦν οὐ μόνον τὴν ἐν τοῖς λόγοις μεγαλοπρέπειαν, ἀλλὰ καὶ τὴν ψυχαγωγίαν καὶ τὴν διηγητικὴν τέχνην. θέλγει γὰρ τοὺς ἀκροωμένους ὡς οὐδεὶς ἕτερος, πάσας δυνάμνεος τὰς τῶν ψυχῶν χορδὰς κινεῖν, εἴτε δεῖ φόβον εἴτε θαῦμα εἴτε ἡδονὴν ἐμβάλλειν. πλὴν δὲ αὐτῆς τῆς ἡδονῆς, τοῖς καθ᾽ἡμᾶς ἀνθρώποις ἡ τοῦ Δημοσθένους ἀνάγνωσις πολλὴν καὶ ἀξιόλογον μάθησιν δίδωσι τοῦ τε Ἀττικοῦ βίου καὶ τῶν ἐν ταῖς Ἀθήναις πραγμάτων τῶν κατ᾽ἐκείνους τοὺς χρόνους καθεστώτων, ἐν ἀμηχάνῳ ποικιλίᾳ προσώπων καὶ ἠθῶν. τοῖς τούτων τῶν διδασκαλιῶν μετέχουσιν ἔσται ἐντυγχάνειν πολλοῖς καὶ ἀξιοσπουδάστοις χαρακτῆρσιν, στρατιώταις καὶ ἀλαζόσιν, ἑταίραις καὶ πορνοβοσκοῖς, φαύλοις ὑποκριταῖς καὶ ἀσώτοις μειρακίοις, ὧν τοὺς μὲν Ἀθήνησι ἐν τῇ ἀκροπόλει, τοὺς δὲ ἐν τοῖς προαστείοις τοῖς Κορινθίοις, τοὺς δ᾽αὖ ἐν τοῖς τῶν Ἀθηναίων στρατοπέδοις, ἐνίους δὲ καὶ ἐν τοῖς Ἀττικοῖς ἀγροῖς ὀψόμεθα. τοῦτον δὴ τὸν τρόπον διὰ διηγήσεων τὰ μὲν γελοίων, τὰ δὲ ἐρωτικῶν, τῶν δὲ φονικῶν.
ΜΕΡΟΣ Α· Δημοσθενικὴ ἀνθολογία
ἐν τῷ προτέρῳ μέρει ταύτης τῆς διδασκαλίας ἀναγνωσόμεθα τοὺς Δημοσθένους λόγους Ὑπὲρ τοῦ στέφανου καὶ Κατὰ Εὐβολιδου καὶ κατὰ Κόνωνος καὶ κατὰ Νεαίρας, τοῦς δὲ Αἰσχύνου τὸν Κατὰ Κτησιφῶντος.
Τοῦτο δὲ τό μέρος τῶν ἀκροάσεων παρέξομεν ἅπαξ ἑκάστης ἑβδομάδος, ταῖς ἡμέραις τοῦ Κρόνου, ἐν τῷ ἀκροατηρίῳ Ζoom (“webinar”), ἀπὸ τῆς 17:00 (CET) ὥρας μετὰ τὴν μεσημβρίαν μέχρι τῆς 18:15.
ταινίαν ἑκάστου διδάγματος ἐγγράψαντες θεατὴν ποιήσομεν μέχρι τοῦ τῶν ἀκροάσεων τέλους.
ΜΕΡΟΣ Β· γραφὴ ἑλληνικῶν λόγων
ἐν ταύταις ταῖς διατριβαῖς, αἵ γενήσονται καθ᾽ἑκάστην Διὸς ἡμέραν τῇ 18:00 (CEST) ὥρᾳ μετὰ τὴν μεσημβρίαν, σύνιμεν εἰς λόγους ὡς διαλεχθησόμενοι καὶ ἐγγυμνασόμενοι τῇ χρήσει τῆς Ἀττικῆς φωνῆς, πρόσεχοντες τὸν νοῦν μάλιστα πρὸς τὰ ὀνόματα τὰ ἐνόντα τῷ Ἀτλαντικῷ λόγῳ. ἐν ἑκάστῳ τῷ συλλόγῳ, ὅπερ γενήσεται ἐν τοῖς ἀκροατηρίοις ZOOM (“Meeting”) ὑπάρξει ὑμῖν, ἐὰν βούλησθε, καὶ διαλέγεσθαι τοῖς συνακροαταῖς καὶ αὐτοὺς κατὰ πρόσωπον ὁρᾶν. ἡμεῖς δὲ ὑμῖν εἰσηγεσόμεθα μελετήματα πρὸς τὴν αὔξησιν τῆς ὑμετέρας ἐπιστήμης τῆς περὶ τὴν Ἀττικὴν φωνήν.
ἐν ταύταις δὲ ταῖς διατριβαῖς γενησόμεθα μάλιστα πρὸς ταῖς λέξεσιν ταῖς ἐχομέναις τῆς βλασφημίας καὶ τῶν κακολογιῶν, τῆς ἀγνωμοσύνης καὶ τῆς ἀλαζονείας, τῶν στάσεων καὶ τῶν ἐν τῇ πόλει πραγμάτων, τοῦ στρατιωτικοῦ βίου καὶ τῶν πληγῶν, τῶν χαρακτήρων τῆς ἑλληνίδος φωνῆς, τῆς πορνείας καὶ τῆς συκοφαντείας.
ἔστι ἐγγραφῆναι εἰς τοὺς ἀκροατάς εἰς τὴν
1 ἡμέραν τοῦ Μαρτίου μ. 2024
διδαγμάτων τάξις
ἔστι καταλέγεσθαι καὶ ἅμα εἰς ἑκάτερα τὰ διδάγματα καὶ χωρίς είς θάτερον.
ΜΕΡΟΣ Α´
ΔΗΜΟΣΘΕΝΟΥΣ ΛΟΓΟΙ
Χρόνος | Ὑπόθεσις |
Κρόνου ἡμ. 2 Μαρτίου, ὡρ. 17:00-18:15 CEST |
Δημοσθένης διὰ Αἰσχύνου |
Κρόνου ἡμ. 9 Μαρτίου, ὡρ. 17:00-18:15 CEST |
ὑπὲρ τοῦ στεφάνου α᾽· γραμμτιστής, ὑποκριτής, ῥήτωρ |
Κρόνου ἡμ. 16 Μαρτίου, ὡρ. 17:00-18:15 CEST |
ὑπὲρ τοῦ στεφάνου β᾽· μισαθήναιοι καὶ μισοφίλιπποι |
Κρόνου ἡμ. 23 Μαρτίου, ὡρ. 17:00-18:15 CEST |
στρατιωτικὸς βίος· κατὰ Κόνωνος α᾽ |
Κρόνου ἡμ. 30 Μαρτίου, ὡρ. 17:00-18:15 CEST |
στρατιωτικὴ βία· κατὰ Κόνωνος β᾽ |
Κρόνου ἡμ. 6 Ἀπριλίου, ὡρ. 17:00-18:15 CEST |
περὶ φθόγγου τοῦ Ἀττικισμοῦ ἀπᾴδοντος· κατὰ Εὐβουλίδου |
Κρόνου ἡμ. 13 Ἀπριλίου, ὡρ. 17:00-18:15 CET |
περὶ τῆς τε πορνείας καὶ τῶν Κορινθίων προαστείων· κατὰ Νεαίρας α᾽ |
Κρόνου ἡμ. 20 Ἀπριλίου, ὡρ. 17:00-18:15 CET | περὶ ἀνδρὸς εἰσκλείοντος τοὺς μοιχοὺς ἐν τῷ κοιτῶνι· κατὰ Νεαίρας β᾽ |
ΜΕΡΟΣ Β´
Χρόνος | Ὑπόθεσις |
Διός ἡμ. 7 Μαρτίου , ὡρ. 18:00-19:15 CEST |
περὶ κακολογίας |
Διός ἡμ. 14 Μαρτίου, ὡρ. 18:00-19:15 CEST |
περὶ φαύλων ὑποκριτῶν |
Διός ἡμ. 21 Μαρτίου, ὡρ. 18:00-19:15 CEST |
φιλομακέδονες καὶ μισομακέδονες |
Διός ἡμ. 28 Μαρτίου, ὡρ. 18:00-19:15 CEST |
περὶ στρατοπέδου |
Διός ἡμ. 4 Ἀπριλίου, ὡρ. 18:00-19:15 CEST |
περὶ ἑταιρῶν καὶ πορνῶν |
Διός ἡμ. 11 Ἀπριλίου, ὡρ. 18:00-19:15 CEST |
Ἀθηναῖος οὐχ εἱλικρινῶς ἀττικίζων |
Διός ἡμ. 18 Ἀπριλίου, ὡρ. 18:00-19:15 CET |
περὶ ἑταιριῶν καὶ πορνῶν |
Ἑρμοῦ ἡμ. 25 Ἀπριλίου, ὡρ. 18:00-19:15 CET |
περὶ συκοφαντῶν |