Ὀρέστης μαινόμενος

περὶ τῆς Ὀρέστου μανίας ὅσα ὑπὸ τῶν τριῶν τραγικῶν ἐποιήθη

ἑλληνικὰ διδάγματα, ΖΟΟΜ, ἀπὸ 25 ἡμ. Φεβρ. μην.-εἰς 19 ἡμ. Ἀπρ. μην. 2023

ἐν τοῖς γε ἑλληνικοῖς μύθοις ὀλίγα ἂν εὕροις ἅμα τε μοχθηρότερα καὶ εἰς μέγεθος καὶ αἶσχος δεινότερα τῆς τῶν Ἀτρειδῶν συμφορᾶς. γνώριμα γὰρ ταῦτα· ἄνδρα μὲν ὑπὸ τῆς γυναικὸς ἀποθανεῖν, ταύτην δὲ ὑπὸ τοῦ παιδός, τοῦτον δ᾽αὖ ὡς ἀλιτήριον καὶ μεμιασμένον ὑφ᾽ἁπάντων τῶν πλησίον μονωθῆναι, καὶ δεινὴν μανίαν μεμηνότα πλανᾶσθαι μετὰ τῆς ἀδελφῆς ἀνὰ τὴν Ἑλλάδα, ἐλαυνόμενον καὶ στρεβλούμενον ὑπὸ τῶν ἀλαστόρων, εἰργόμενος ἐξ ἁπάσης οἰκίας καὶ ἁπάσης πόλεως, ἅμα δὲ φοβεροῦ καὶ παλαιοῦ μιάσματος ἐπικειμένου, τῆς δαίτης δηλαδὴ καθ᾽ἣν ὁ Ἁτρεὺς τῷ ἀδελφῷ τὰ τῶν υἱέων κρέα παρέθηκε.

ἐν τούτοις οὖν τοῖς διδάγμασιν τὰ ἔργα τοῦ τε Ὀρέστου καὶ τῆς Ἠλέκτρας εἰς ἀκρίβειαν διεξιέναι προτιθέμεθα, πολλῶν μὲν ἄλλων στοχαζόμενοι, μάλιστα δὲ τούτου, ὅπως οἱ πρὸς ἡμᾶς φοιτῶντες πάσῃ τῇ ὑπερῴᾳ γεύεσθαι ἔχωσιν τοῦ σκληροῦ καὶ σκοτεινοῦ ὕψους τῶν στίχων ὅσους οἱ μέγιστοι τῶν τραγικῶν ποιητῶν – τὸν Αἰσχύλον δηλαδὴ καὶ τὸν Σοφοκλέα καὶ τὸν Εὐριπίδην λέγομεν – περὶ τῶν κατὰ τὸν Ὀρέστην ἐποίησαν. ταύτην δὲ τὴν ὁδὸν συμπορεύομενοι γνωριοῦμεν τὰς Ἐρινύας, ἃς οἱ Ἕλληνες πρῶτον μὲν ὡς χειμερινὰς καὶ νοσώδεις νεφέλας, εἶτα δὲ ὡς θεὰς νυκτερινὰς καὶ ὑποχθονίους, τελευτῶντες δὲ ὡς ἀλάστορας καὶ τῶν φόνων τιμωροὺς ἐφοβοῦντο, πλὴν ὅτε, εἰς Εὐμενίδας μεταβεβλημέναι, εἰρήνην καὶ ἡσυχίαν τοῖς ἀθλίοις ἔφερον.

 

ΜΕΡΟΣ Α´· ΑΤΤΙΚΗ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΚΑΤΑ ΤΟΝ ΟΡΕΣΤΗΝ

 

 τοῦτο τὸ τῶν ἡμετέρων διδαγμάτων μέρος σύγκειται ἐξ ὀκτὼ ἀκροάσεων ἐν αἷς παραστήσομεν τὰ κυριώτατα χωρία τῆς Ὀρεστείας τῆς τοῦ Αἰσχύλου, τῆς Ἠλέκτρας τῆς τοῦ Σοφοκλέους καὶ τῶν δυοῖν δραμάτων τῶν εὐριπιδείων τῶν εἰς ἡμᾶς περὶ τούτου τοῦ προσώπου περιγεγονότων. καίπερ οὖν τὸν πολὺν χρόνον τοῖς τρισὶν τραγικοῖς ἐνδιατρίβοντες, οὐκ ἀμελήσομεν ἄλλων συγγραφέων καὶ ποιητῶν οὓς εἰς τὴν τῶν κατ᾽Ὀρέστην καὶ Ἠλέκτραν σύνεσιν συμφέρεσεθαι ἀξιώσομεν. ἔτι δὲ ὀψόμεθα τίνας μεταβολὰς ἡ τῶν Ἐρινύων ἔννοια χρόνῳ μετέβαλεν. πρὸς δὲ τούτοις, ἐπιστήσομεν τὴν δίανοιαν περὶ τὰς γνώμας ἃς οἱ πάλαι Ἕλληνες περὶ τῆς τε ἀδικίας καὶ τοῦ μιάσματος, περὶ τοῦ τε φόνου καὶ τῆς μανίας εἶχον.

Τοῦτο δὲ τό μέρος τῶν ἀκροάσεων παρέξομεν ἅπαξ ἑκάστης ἑβδομάδος, ταῖς ἡμέραις τοῦ Κρόνου, ἐν τῷ ἀκροατηρίῳ Ζoom (“webinar”), ἀπὸ τῆς 17:00 (CEST) ὥρας μετὰ τὴν μεσημβρίαν μέχρι τῆς 18:15.

ταινίαν ἑκάστου διδάγματος ἐγγράψαντες θεατὴν ποιήσομεν μέχρι τοῦ τῶν ἀκροάσεων τέλους.

ΜΕΡΟΣ Α´· ΕΛΛΗΝΙΚΑΙ ΔΙΑΤΡΙΒΑΙ ΚΑΙ ΑΣΚΗΣΕΙΣ ΠΕΡΙ ΤΗΝ ΕΛΛΗΝΙΚΩΝ ΛΟΓΩΝ ΓΡΑΦΗΝ

 

ἐν ταύταις ταῖς διατριβαῖς, αἵ γενήσονται καθ᾽ἑκάστην Ἑρμοῦ ἡμέραν τῇ 18:00 (CEST) ὥρᾳ μετὰ τὴν μεσημβρίαν, σύνιμεν εἰς λόγους ὡς διαλεχθησόμενοι καὶ ἐγγυμνασόμενοι τῇ χρήσει τῆς Ἀττικῆς φωνῆς, πρόσεχοντες τὸν νοῦν μάλιστα πρὸς τὰ ὀνόματα τὰ ἐνόντα τῷ Ἀτλαντικῷ λόγῳ. ἐν ἑκάστῳ τῷ συλλόγῳ, ὅπερ γενήσεται ἐν τοῖς ἀκροατηρίοις ZOOM (“Meeting”) ὑπάρξει ὑμῖν, ἐὰν βούλησθε, καὶ διαλέγεσθαι τοῖς συνακροαταῖς καὶ αὐτοὺς κατὰ πρόσωπον ὁρᾶν. ἡμεῖς δὲ ὑμῖν εἰσηγεσόμεθα μελετήματα πρὸς τὴν αὔξησιν τῆς ὑμετέρας ἐπιστήμης τῆς περὶ τὴν Ἀττικὴν φωνήν.

ἐν ταύταις ταῖς διατριβαῖς γενησόμεθα περὶ τὰς λέξεις τὰς τοῖς δικανικοῖς λόγοις προσηκούσας· διαλεξόμεθα γὰρ καὶ γράψομεν λόγους περὶ δικῶν καὶ γραφῶν, περὶ τῆς κλοπῆς καὶ τοῦ φόνου καὶ ἄλλων ἀδικημάτων, περὶ τῆς μανίας, περὶ τῶν δαιμόνων καὶ περὶ τῶν διὰ νυκτὸς γιγνομένων.

 

 

ἔστι ἐγγραφῆναι εἰς τοὺς ἀκροατάς εἰς  τὴν

24 ἡμέραν τοῦ Φεβρουαρίου μ. 2023

 

     

    ΜΕΡΟΣ Α´

     

    Χρόνος Ὑπόθεσις
    Κρόνου ἡμ. 17 Σεπτεμβρίου 2022, ὡρ. 17:00-18:15 CEST

    οἶκος μεμιασμένος

    Κρόνου ἡμ. 24 Σεπτεμβρίου 2022, ὡρ. 17:00-18:15 CEST

    ἐπὶ τῷ τάφῳ τοῦ πατρός

    Κρόνου ἡμ. 1 Ὀκτωβρίου 2022, ὡρ. 17:00-18:15 CEST

    μητροκτονία

    Κρόνου ἡμ. 8 Ὀκτωβρίου 2022, ὡρ. 17:00-18:15 CEST

    ἀλάστορες

    Κρόνου ἡμ. 15 Ὀκτωβρίου 2022, ὡρ. 17:00-18:15 CEST

    ὁ Ὀρέστης τὴν δίκην ἀποφεύγει

    Κρόνου ἡμ. 22 Ὀκτωβρίου 2022, ὡρ. 17:00-18:15 CEST

    εἰς Ἄργος ἐπανίωμεν

    Κρόνου ἡμ. 29 Ὀκτωβρίου 2022, ὡρ. 17:00-18:15 CET

    ἐκ τῶν τῆς μανίας μυχῶν

    Κρόνου ἡμ. 5 Νοεμβρίου 2022, ὡρ. 17:00-18:15 CET ὑμεῖς μὲν οὐχ ὁρᾶτε τάσδε, ἐγὼ δ᾽ὁρῶ

     

    ΜΕΡΟΣ Β´

     

    Χρόνος Ὑπόθεσις
    Ἑρμοῦ ἡμ. 21 Σεπτεμβρίου 2022, ὡρ. 18:00-19:15 CEST

    περὶ φόνων, κλοπῶν, μοιχειῶν

    Ἑρμοῦ ἡμ. 28 Σεπτεμβρίου 2022, ὡρ. 18:00-19:15 CEST

    φονικά

    Ἑρμοῦ ἡμ. 5 Ὀκτωβρίου 2022, ὡρ. 18:00-19:15 CEST

    ἐπὶ τῷ δικαστηρίῳ α´

    Ἑρμοῦ ἡμ. 12 Ὀκτωβρίου 2022, ὡρ. 18:00-19:15 CEST

    περὶ τῶν νυκτερινῶν δαιμόνων

    Ἑρμοῦ ἡμ. 19 Ὀκτωβρίου 2022, ὡρ. 18:00-19:15 CEST

    περὶ μανίας

    Ἑρμοῦ ἡμ. 26 Ὀκτωβρίου 2022, ὡρ. 18:00-19:15 CEST

    περὶ γοητείας

    Ἑρμοῦ ἡμ. 2 Νοεμβρίου 2022, ὡρ. 18:00-19:15 CET

    ἐπὶ τῷ δικαστηρίῳ β´

    Ἑρμοῦ ἡμ. 9 Νοεμβρίου 2022, ὡρ. 18:00-19:15 CET

    ὑπὲρ φονέως ἀπολογία

     

     

     

    Ἡ τραγικὴ τριάς

    Ὀρέστης

    Ἠλέκτρα

    Κλυταιμνήστρα

    Ἐρινύες

     

     

     

    Διδάσκαλος

    Paolo Pezzuolo

    Ἀκροαταί

    Διδάσκαλοι, μαθηταὶ καὶ πάντες οἱ περὶ τὰ ἑλληνικὰ ἐσπουδακότες

    Ποῦ

    ἐν τῷ δικτύῳ, ἐν τῷ ἀκροατηρίῳ ΖΟΟΜ

    Φωνή

    Ἑλληνίς

    Δίπλωμα

    τοῖς αἰτοῦσιν δίπλωμα δώσομεν

    Τιμή

    88 € ἀντὶ τοῦ προτέρου μέρους

    88 € ἀντὶ τοῦ δευτέρου μέρους

    Εγγραφή καὶ ταινίαι

    Ἐπειδὰν ἐγγραφῇς, λήψῃ παρ᾽ἡμῶν τὰ σύμβολα τἀναγκαῖα πρὸς τὴν εἰς τὸ ἀκροατήριον εἴσοδον. πρὸς δὲ τούτοις, τετελεσμένης ἑκάστης διδασκαλίας, δέξῃ ταινίαν ἣ θεατὴ μενεῖ μέχρι τοῦ τέλους τῶν μαθημάτων.