Ὑπὲρ τοῦ Συνεσίου συγγράματος τοῦ Περὶ ἐνυπνίων
ἀκρόασις δωρεάν, τῇ Κρόνου ἡμ. 9 Μαΐου 2026 ἔ., 18:00-19:30 Zoom
Συνέσιος, ὅς νέος ὢν κατὰ Πλάτωνα καὶ Ὑπατίαν ἐφιλοσόφει, ὕστερον δὲ Χριστιανὸς γενόμενος Κυρήνης ἐπίσκοπος ἀπεδείχθη, συνείθιστο τὰ ἀεὶ ὄναρ ὀφθέντα ἐν ἐφημερίδι ἀναγράφειν, ἣν αὐτὸς καινῷ ὀνόματι “ἐπινυκτίδα” ἐπεκάλει. Τὰ γὰρ ἐνύπνια ἐν μεγίσταις ἤγετο τιμαῖς• μαντικὰ γὰρ ἐνόμιζε καὶ δεινὰ τὸν εὐσεβῆ πρὸς τὴν τῶν θείων θεωρίαν ἀναγαγεῖν. τῶν μὲν δ᾽αὖ ὀνειροκριτῶν ὡς ἀλαζονευομένων κατεφρόνει, τὴν δὲ εὐήθη τῶν τεχνῶν μικρολογίαν (ὀνυχίσματα)ἀπέπτυσε. πρὸς ἡδονὴν δὲ αὐτῷ ἦν, ὅσ᾽ἂν ἐν ὕπνοις ἴδοι, ταῦτα λόγῳ ὑποτυποῦν •ἄριστον γὰρ τοῦτο εἶναι γύμνασμα τοῖς περὶ τὴν ῥητορικὴν ἐσπουδακόσι, ἅτε εὐρυχωρίαν παρέχον πρὸς τὴν διέξοδον τῶν ἀδυνάτων καὶ αϊδίων καὶ τεραστίων, ἐν οἷς κεχωρισμένα φαίνεται ὅσα ἐν τῷ ὕπαρ βίῳ ἀχώριστα ὁρῶμεν, καὶ συνημμένα ἅπερ ἐγρηγορότες ἀνάρμοστα οἰόμεθα. ἐνθένδε δὲ τὸ ἐκείνου σύνταγμα Περὶ ἐνυπνίων, ἔργον ἀνδρὸς ἀγχινουστάτου καὶ ὡς ἀληθῶς ἐνθουσιάζοντος, ὁπερ πολλοὶ τῶν ὕστερον τὴν ὀνειροκριτικὴν συστησαμένων, οἷον Ἰερώνυμος ὁ Καρδανὸς καὶ Κάρολος Γουστάουος ὁ Ἰούγγ, ἀφθόνως ἐκαρπώσαντο ῾
Ταύτῃ μέντοι τῇ διγλώττῳ ἀκροάσει ὑπόκειται τάδε· πρότερον μὲν γὰρ ῥωμαιστὶ ἀναγνοῦντες ἔνια τῶν ἀξιολογοτάτων τοῦ συγγράματος χωρίων (καθ᾽ὃ χρησόμεθα τῇ τοῦ Φικίνου ἑρμηνείᾳ), ἀποφανούμεθα τίνα τρόπον οἱ μεταγενέστεροι τῆς τοῦ Συνεσίου πραγματείας ἐμέμνηντο· ταῦτα δὲ ποιήσαντες τρεψόμεθα πρὸς τὴν ἀνάγνωσιν αὐτοῦ ὡς ἔπος εἰπεῖν τοῦ Συνεσίου (αὐτόγλωττου), εἴ τι συμπεσεῖται δυσερμήνευτον ἐν τῇ λέξει ἐξηγησόμενοι, ἀποφανούμενοι δὲ καὶ πῇ ὁ Συνέσιος τοῖς Περιπατητικοῖς καὶ Ἀκαδημικοῖς δόγμασιν ἐκέχρητο.
ΠΙΕΖΕ ΤΟΥΤΟ
ΙΝΑ ΕΙΣ ΤΟΥΣ ΑΚΡΟΑΤΑΣ ΕΙΣΕΛΘΗΙΣ
