Περὶ ἀθανασίας

ἐν τῇδε μὲν τῇ ἐπιδείξει, ἣν ἀττικιστὶ παρέξομεν, ἐξηγησόμεθά τινας τῶν εὐδοκιμοτάτων συγγραφέων οἳ περὶ τῆς ἀθανασίας ἔγραψαν. τὸ δὲ δίδαγμα δίχα διῄρεται· τὸ μὲν γὰρ πρῶτον διασκεψόμεθα τούς τε λογισμοὺς καὶ τὰ τεκμήρια οἷς ὁ Πλάτων ἐν τῷ Φαίδρῳ τὴν τῶν ἀνθρώπων ψυχὴν ἀθάνατον οὖσαν ἀπέδειξε· εἶτα δὲ μεταβησόμεθα είς τὰς τοῦ Λουκιανοῦ πραγματείας, ἡσθησόμενοι τὸ μὲν σόνολον τῇ αὐτοῦ ἀστειολογίᾳ καὶ μάλιστα δὲ τοῖς κατὰ τῶν ἀθανατιζόντων σκώμμασιν. οὕτως ὑμῖν ὑπάρξει, ὦ φίλοι ἀκροαταί, ἅμα μὲν ἀναγνῶναι χωρία τινὰ σπουδῆς ἀξιώτατα, ἔτι δὲ καὶ πεῖραν λαβεῖν τῶν  ἑλληνικῶν διδαγμάτων ἃ παρέχειν φιλοῦμεν.

 

ΠΟΤΕ ΔΙΔΑΣΚΑΛΟΙ
τῇ τριακοστῇ καὶ πρώτῃ ἡμέρᾳ τοῦ Μαίου μηνός (31.05.2020), τῇ 17:00 ὡρᾳ CEST (GMT+2) Edoardo Benati (Scuola Normale Superiore, Pisa)

Paolo Pezzuolo (Schola Humanistica, Padova)