Ψευδόχριστος

περὶ τοῦ “Ἰησοῦ τῶν Ἑλλήνων” καὶ τῶν αὐτοῦ κατὰ τὴν γῆν πορειῶν

ἑλληνικὰ διδάγματα, ΖΟΟΜ, ἀπὸ 3 ἡμ. Ἰουν. μην.-εἰς 27 ἡμ. Ἰουλ. μην. 2023

Ἀπολλώνιος μὲν ὁ Τυανεύς, ὃν οἱ μὲν ὡς μέγιστόν τινὰ καὶ ἔνθεον φιλόσοφον ἐπαινοῦσιν, οἱ δὲ ἀποπτύουσιν ὡς ἀγύρτην καὶ φένακα καὶ ψευδόμαντιν, ἔστι δήπου ἐν τοῖς παραδοξοτάτοις προσώποις ὧν ἡ ἀκοὴ ἐκ τῶν παλαιῶν χρόνων εἰς τοὺς καθ᾽ἡμᾶς ἀνθρώπους διήρκησεν. Γενομενος γὰρ ἐν Τυάνῃ -παλαιὰ δὲ αὕτη τῶν Καππαδοκῶν πόλις ἦν- ἐπειδὴ ἐφήβησεν, προιεμένος τὰ χρήματα τὰ πατρῷα, ὅλος πρὸς τὴν πενίαν ἐτράπη καὶ τὴν περὶ τὰ θεῖα ἐπιστήμην· τὸ δὲ ἐξῆς ἐπλανᾶτο ἀνὰ τὴν γῆν, συχνὸν ἀμφὶ ἑαυτὸν μαθητῶν πλῆθος συλλέξας, ὅπερ καθ᾽ἕκαστον λιμένα καὶ καθ᾽ἑκάστην πόλιν ηὐξάνετο· μετὰ δὴ τούτων πᾶσαν ἀκτὴν καὶ πάντα αἰγιαλόν, ὡς ἔπος εἰπεῖν, διερευνῶν τὴν τοῦ Πυθαγόρου φιλοσοφίαν πᾶσιν τοῖς ἀνθρώποις κατέδειξεν· διεπορεύσατο γὰρ τὴν τε Ἀσίαν καὶ τὴν Εὐρώπην καὶ τὴν Λιβύην, ἀπὸ τῆς Ἰάδος εἰς τῆν Ἰνδικήν, ἀπὸ τοῦ τῶν Περσῶν κόλπου εἰς τὰ προάστεια τὰ Κορίνθια, ἀπὸ τοῦ Παλατίου ἐπὶ τὸν Ὠκεανόν, ἐκ τῶν νεῶν τῶν κατὰ τὴν Μεμφῖτιν εἰς τὰς ψάμμους τὰς Αἰθιοπικάς, ἐνθένδε δ᾽αὖ εἰς τὰ ἄνω διὰ τοῦ ἀθήρου τόπου εἰς τὰς τῶν Καταδούπων ὕλας.

Ταύταις μὲν οὖν ταῖς πορείαις, ἃς ὁ Φιλόστρατος ἐν τῷ Ἀπολλωνίου Βίῳ συνέγραψεν, οἱ μεταγενέστεροι τῶν λογοποιῶν πολλὴν τερατολογίαν περιέθεσαν, οἱ μὲν τοὺς παραδεδωμένους τῶν περὶ αὐτοῦ λόγων ἐπὶ τὸ προσαγωγὸν καὶ μυθῶδες τῆς διηγήσεως κοσμοῦντες, οἱ δὲ ἐπὶ τὸ μυστηρικὸν καὶ τὸ θεολογικὸν, ἄλλοι δὲ ἀεροβατοῦνες ἀνὰ τὰ παλαιὰ τῶν ἀνθρώπων ἔργα καὶ ἄτοπα ἀναπλάττοντες, οἷον οἱ φάντες τὸν Ἀπολλώνιον, ἀφιγμένον ποτὲ εἰς τοὺς Σκλαβηνοὺς καὶ ἀναβάντα εἰς τὴν τῆς Κρακωουΐας ἀκρόπολιν, δυνατότατον περίαμμα κατὰ γῆς κατορῦξαι, ἐξ ὅτου τὴν τῶν Πολωνῶν μητρόπολιν δαιμόνων μεστὴν γενέσθαι καὶ οὕτω ἕνα τῶν τῆς γῆς ὀμφαλῶν κατασταθῆναι.

ἐν τούτοις οὖν τοῖς διδάγμασιν ὑποτιθέμεθα τῷ θείῳ Ἀπολλωνίῳ συνακολουθεῖν κατὰ τὴν γῆν πλανωμένῳ, ἄλλων τε πολλῶν στοχαζόμενοι, μάλιστα δὲ τοῦ πλείω μαθεῖν περὶ τούτου τοῦ άνδρός, ὃν οὐκ ἀπὸ τρόπου ἐστὶν Ἰησοῦ τῷ Ναζαρηνῷ προσεικάσαι, τῶν μὲν ἐν αὐτῷ βδελυρὸν γόητα καὶ τοῦ Χριστοῦ μιμητὴν ἐνορώντων, τῶν δὲ ἐγκωμιαζόντων αὐτὸν ὡς πρόμαχον τῆς τε Ἑλληνίδος παιδείας καὶ τῶν Ἑλληνικῶν θεῶν ἐν τῷ πολέμῳ τῷ πρὸς τοὺς Χριστιανούς.

 

ΜΕΡΟΣ Α´· ΑΠΩΛΛΟΝΙΟΥ ΒΙΟΣ

 

ἐν τῷ μὲν προτέρῳ μέρει πρόκειται ἡμῖν ἀναγιγνώσκειν καὶ ἐξηγεῖσθαι τὰ κυριώτατα χωρία τῶν βίβλων τῶν ὑπὸ Φιλοστράτου περὶ τοῦ Ἀπολλωνίου γεγραμμένων, ἔσται δὲ ὅτε παρεκβησόμεθα ἐπὶ ἄλλους συγγραφέας καὶ ποιητὰς χρησίμοὺς πρὸς τὴν δήλωσιν τῶν τῷ Ἀπολλωνίῳ βεβιωμένων. ὀψόμεθα οὖν αὐτὸν τὸ Παραπάμισον ὑπερβαίνοντα, Ἐμπούσας ἐξελαύνοντα, Γυμανοσοφισταῖς διαλεγόμενον, δαίμονας ἐν πτωχοῦ ῥάκεσιν ἀναγνωρίζοντα, λοιμοὺς καθαίροντα, νεκροὺς ἀνιστάντα, θαύματα ἀνὰ πᾶσας τὰς ἠπείρους κατασκεδάννυντα, καθιστάμενον δὲ τὸ τέλος εἰς ἀγῶνα πρὸς Δομιτιανὸν τὸν τῶν Ῥωμαίων αὐτοκράτορα.

Τοῦτο δὲ τό μέρος τῶν ἀκροάσεων παρέξομεν ἅπαξ ἑκάστης ἑβδομάδος, ταῖς ἡμέραις τοῦ Κρόνου, ἐν τῷ ἀκροατηρίῳ Ζoom (“webinar”), ἀπὸ τῆς 17:00 (CEST) ὥρας μετὰ τὴν μεσημβρίαν μέχρι τῆς 18:15.

ταινίαν ἑκάστου διδάγματος ἐγγράψαντες θεατὴν ποιήσομεν μέχρι τοῦ τῶν ἀκροάσεων τέλους.

ΜΕΡΟΣ Α´· ΕΛΛΗΝΙΚΑΙ ΔΙΑΤΡΙΒΑΙ ΚΑΙ ΑΣΚΗΣΕΙΣ ΠΕΡΙ ΤΗΝ ΕΛΛΗΝΙΚΩΝ ΛΟΓΩΝ ΓΡΑΦΗΝ

 

ἐν ταύταις ταῖς διατριβαῖς, αἵ γενήσονται καθ᾽ἑκάστην Διὸς ἡμέραν τῇ 18:00 (CEST) ὥρᾳ μετὰ τὴν μεσημβρίαν, σύνιμεν εἰς λόγους ὡς διαλεχθησόμενοι καὶ ἐγγυμνασόμενοι τῇ χρήσει τῆς Ἀττικῆς φωνῆς, πρόσεχοντες τὸν νοῦν μάλιστα πρὸς τὰ ὀνόματα τὰ ἐνόντα τῷ Ἀτλαντικῷ λόγῳ. ἐν ἑκάστῳ τῷ συλλόγῳ, ὅπερ γενήσεται ἐν τοῖς ἀκροατηρίοις ZOOM (“Meeting”) ὑπάρξει ὑμῖν, ἐὰν βούλησθε, καὶ διαλέγεσθαι τοῖς συνακροαταῖς καὶ αὐτοὺς κατὰ πρόσωπον ὁρᾶν. ἡμεῖς δὲ ὑμῖν εἰσηγεσόμεθα μελετήματα πρὸς τὴν αὔξησιν τῆς ὑμετέρας ἐπιστήμης τῆς περὶ τὴν Ἀττικὴν φωνήν.

ἐν ταύταις ταῖς διατριβαῖς γενησόμεθα περὶ τὰς λέξεις τὰς προσηκούσας τοῖς τόποις τοῖς ἀνεγνωσμένοις· διαλεξόμεθα γὰρ καὶ γράψομεν λόγους περὶ ν περὶ τῆς μαγγανείας καὶ τῶν ἐπῳδῶν, περὶ τῶν θείων, περὶ τῶν ὁδῶν τῶν κατὰ γῆν καὶ κατὰ θάλατταν, περὶ τῆς Ἀσιατικῆς καὶ Λιβυκῆς τοποθεσίας

 

 

ἔστι ἐγγραφῆναι εἰς τοὺς ἀκροατάς εἰς  τὴν

3 ἡμέραν τοῦ Ἰουνίου μ. 2023

 

     

    ΜΕΡΟΣ Α´

     

    Χρόνος Ὑπόθεσις
    Κρόνου ἡμ. 3 Ἰουνίου 2022, ὡρ. 17:00-18:15 CEST

    μάντεις καὶ ψευδομάντεις

    Κρόνου ἡμ. 10 Ἰουνίου 2022, ὡρ. 17:00-18:15 CEST

    πρὸς τὴν Ἰνδικήν

    Κρόνου ἡμ. 17 Ἰουνίου 2022, ὡρ. 17:00-18:15 CEST

    περὶ τῶν Γυμνοσοφιστῶν καὶ τῆς μετεωρίσεως

    Κρόνου ἡμ. 24 Ἰουνίου 2022, ὡρ. 17:00-18:15 CEST

    ὁ πτωχὸς ὁ Ἐφέσειος

    Κρόνου ἡμ. 1 Ἰουλίου 2022, ὡρ. 17:00-18:15 CEST

    ἐπὶ τῷ Ὡκεανῷ

    Κρόνου ἡμ. 8 Ἰουλίου 2022, ὡρ. 17:00-18:15 CEST

    διὰ τῆς ἠρέμου εἰς τὴν χῶραν τῶν Γυμνῶν

    Κρόνου ἡμ. 15 Ἰουλίου 2022, ὡρ. 17:00-18:15 CET

    περὶ τῆς τοῦ Σατύρου σκιᾶς

    Κρόνου ἡμ. 22 Ἰουλίου 2022, ὡρ. 17:00-18:15 CET ὁ τοῦ Ἀπωλλονίου ἀγὼν ἐν Ῥώμῃ

     

    ΜΕΡΟΣ Β´

     

    Χρόνος Ὑπόθεσις
    Διὸς ἡμ. 8 Ἰουνίου 2022, ὡρ. 18:00-19:15 CEST

    περὶ ἱερέων μάντεων γοήτων

    Διὸς ἡμ. 15 Ἰουνίου 2022, ὡρ. 18:00-19:15 CEST

    περὶ Ἀσίας

    Διὸς ἡμ. 22 Ἰουνίου 2022, ὡρ. 18:00-19:15 CEST

    περὶ Ἰνδικῆς

    Διὸς ἡμ. 29 Ἰουνίου 2022, ὡρ. 18:00-19:15 CEST

    τὰ προάστεια τῶν παλαιῶν πόλεων

    Διὸς ἡμ. 6 Ἰουλίου 2022, ὡρ. 18:00-19:15 CEST

    περὶ θαλάττης

    Διὸς ἡμ. 13 Ἰουλίου 2022, ὡρ. 18:00-19:15 CEST

    περὶ Λιβύης

    Διὸς ἡμ. 20 Ἰουλίου 2022, ὡρ. 18:00-19:15 CET

    περὶ τῶν μεσημβρινῶν δαιμόνων

    Διὸς ἡμ. 27 Ἰουλίου 2022, ὡρ. 18:00-19:15 CET

    περὶ τῆς Ῥώμης

     

     

     

    Ἀπολλώνιος ὁ Τυανεύς

    Φιλόστρατος

    Λουκιανός

    οἱ Γυμνοσοφισταί

    οἱ ἱερεῖς τῶν Αἰγυπτίων
    ὁ Δομιτιανός

     

     

     

    Διδάσκαλος

    Paolo Pezzuolo

    Ἀκροαταί

    Διδάσκαλοι, μαθηταὶ καὶ πάντες οἱ περὶ τὰ ἑλληνικὰ ἐσπουδακότες

    Ποῦ

    ἐν τῷ δικτύῳ, ἐν τῷ ἀκροατηρίῳ ΖΟΟΜ

    Φωνή

    Ἑλληνίς

    Δίπλωμα

    τοῖς αἰτοῦσιν δίπλωμα δώσομεν

    Τιμή

    88 € ἀντὶ τοῦ προτέρου μέρους

    88 € ἀντὶ τοῦ δευτέρου μέρους

    150 € ἀντὶ ἀμφοτέρων τῶν μερῶν

    Εγγραφή καὶ ταινίαι

    Ἐπειδὰν ἐγγραφῇς, λήψῃ παρ᾽ἡμῶν τὰ σύμβολα τἀναγκαῖα πρὸς τὴν εἰς τὸ ἀκροατήριον εἴσοδον. πρὸς δὲ τούτοις, τετελεσμένης ἑκάστης διδασκαλίας, δέξῃ ταινίαν ἣ θεατὴ μενεῖ μέχρι τοῦ τέλους τῶν μαθημάτων.