Warning: Undefined array key "gr" in /home/sctica/domains/scholahumanistica.com/public_html/wordpress/wp-content/themes/schola/app/setup.php on line 1200
Warning: Undefined array key "gr" in /home/sctica/domains/scholahumanistica.com/public_html/wordpress/wp-content/themes/schola/app/setup.php on line 1200
Warning: Undefined array key "gr" in /home/sctica/domains/scholahumanistica.com/public_html/wordpress/wp-content/themes/schola/app/setup.php on line 1200
περὶ τοῦ Ἴωνος καὶ τῆς ἀμειξίας καὶ τῆς παλαιᾶς Ἀτθίδος
ἑλληνικὰ διδάγματα, ἀπὸ τῆς 25 ἡμ. τοῦ Νοεμβρίου μ. 2023 ἔ. εἰς τὴν 4 ἡμ. τοῦ Ἰανουαρίου μ. 2024 ἔ.
ὁ μὲν Ἴων, ὅς ἄρχεται ἀπὸ τῆς παγκάλης συνόψεως τοῦ Παρνασοῦ ὑπὸ τῶν ἑωθινῶν αὐγῶν καταλαμπομένου, ἔστι δήπουθεν ἐν ταῖς τραγῳδίαις ταῖς μάλιστα ἀπὸ τοῦ τραγικοῦ χαρακτῆρος ἀπᾳδούσαις. οὔτε γὰρ δεινῶν πραγμάτων μοχθηρίας οὔτε ἀμηχάνων διαφορῶν δεινότητας ἐνθάδ´ἂν εὕροις, οὔτε δ᾽αὖ ἐκείνας τὰς θεσπεσίους καὶ ἀρρήτους ἀβύσσους τὰς ἐξαίφνης διακεχηνύϊας καὶ δυναμένας τὰ θεῖα τοῖς ἀνθρωπίνοις ἀναμεῖξαι. Τὸ γὰρ χάριεν καὶ τὸ ἐπαγωγὸν τοῦ Ἵωνος ὅλον κεῖται ἐν τῷ ἀλλοκότῳ καὶ ἀπροσδοκήτῳ τῆς πλοκῆς, ἣ γε διὰ μαντευμάτων καὶ συνωμοσιῶν καὶ παλιλλογιῶν ἀνελίττεται μέχρι τῆς λύσεως, ἐν ᾗ διαλάμπει ἡ μεγαλοπρέπεια τῆς ἐν τῇ Ἀτθίδι ἱσταμένης μοναρχίας καὶ ἐσκιαγράφηται τὸ μέγεθος τῆς γενησομένης τοῖς Ἀθηναίοις δυνάμεως κατὰ γῆν καὶ θάλατταν. ἐν τούτοις δὲ πρωταγωνιστοῦσιν Κρέουσα ἡ τῶν Ἀθηναίων βασίλιννα καὶ ὁ αὐτῆς ἀνὴρ Ξοῦθος, ὅς ἄπαις ὢν φοβεῖται μὴ τὸ κατὰ τὴν Ἀττικὴν πλῆθος ἄναρχον καταλείπῃ, καὶ δὴ καὶ ὁ Ἴων, ὅς πολλοῖς ἔτεσιν πρότερον ὑπὸ Κρεούσης καὶ Ἀπόλλωνος γεννηθεὶς νεωκόρος γεγένηται τοῦ ἐν Δελφοῖς χρηστηρίου, ὁμοίως τοῖς τε προσήκουσιν ἀγνὼς καὶ ἑαυτῷ. Αὕτη μὲν οὖν ἡ διήγησις, ἡ σύμπασα οὐκ᾽οἶδ᾽ὅ τι γαληνὸν καὶ ἑωθινὸν ἀποστίλβει, λήγει μὲν εἰς τὴν φαιδρὰν ἰδέαν τῆς Ἑλλάδος κατὰ τὰ τρία γένη, Δωρίεας καὶ Αἱολέας καὶ Ἴωνας, διανενεμημένης, ἀμαυροῦται δὲ ὑπὸ τῆς ἀναμνήσεως τῶν τε παλαιοτάτων χρόνων καὶ τῶν ἀρχαίων βασιλέων καὶ δρακόντων καὶ γοργόνων καὶ πολλοῦ σκότου, ὅς ἐκ τῶν μυχῶν τῆς γῆς ἐγειρόμενος πάντα τὰ παρόντα δεινοῖ καὶ τύφει. ἐν τούτοις δὲ τοῖς πάνυ παλαιοῖς καὶ μυθώδεσιν ἵδρυται πάντα τὰ ἐχόμενα καὶ τοῦ Ἀττικοῦ κράτους, λέγω δὴ τὴν αὐτοχθονίαν καὶ τὴν ἀμειξίαν καὶ τὴν δημοκρατουμένην πολιτείαν καὶ τὴν ἀπὸ πάντων τῶν ξενικῶν ἐπιμείξεων ἐλευθερίαν.
ΜΕΡΟΣ Α· Εὐριπίδου Ἴων
ἐν τῷ προτέρῳ μέρει ταύτης τῆς διδασκαλίας ἀναγνωσόμεθα τὸν Εὐριπίδου Ἴωνα καὶ δη καὶ πολλὰς γραφὰς ἐχομένας τῆς άττικῆς ἀρχαιολογίας.
Τοῦτο δὲ τό μέρος τῶν ἀκροάσεων παρέξομεν ἅπαξ ἑκάστης ἑβδομάδος, ταῖς ἡμέραις τοῦ Κρόνου, ἐν τῷ ἀκροατηρίῳ Ζoom (“webinar”), ἀπὸ τῆς 17:00 (CET) ὥρας μετὰ τὴν μεσημβρίαν μέχρι τῆς 18:15.
ταινίαν ἑκάστου διδάγματος ἐγγράψαντες θεατὴν ποιήσομεν μέχρι τοῦ τῶν ἀκροάσεων τέλους.
ΜΕΡΟΣ Β· γραφὴ ἑλληνικῶν λόγων
ἐν ταύταις ταῖς διατριβαῖς, αἵ γενήσονται καθ᾽ἑκάστην Διὸς ἡμέραν τῇ 18:00 (CEST) ὥρᾳ μετὰ τὴν μεσημβρίαν, σύνιμεν εἰς λόγους ὡς διαλεχθησόμενοι καὶ ἐγγυμνασόμενοι τῇ χρήσει τῆς Ἀττικῆς φωνῆς, πρόσεχοντες τὸν νοῦν μάλιστα πρὸς τὰ ὀνόματα τὰ ἐνόντα τῷ Ἀτλαντικῷ λόγῳ. ἐν ἑκάστῳ τῷ συλλόγῳ, ὅπερ γενήσεται ἐν τοῖς ἀκροατηρίοις ZOOM (“Meeting”) ὑπάρξει ὑμῖν, ἐὰν βούλησθε, καὶ διαλέγεσθαι τοῖς συνακροαταῖς καὶ αὐτοὺς κατὰ πρόσωπον ὁρᾶν. ἡμεῖς δὲ ὑμῖν εἰσηγεσόμεθα μελετήματα πρὸς τὴν αὔξησιν τῆς ὑμετέρας ἐπιστήμης τῆς περὶ τὴν Ἀττικὴν φωνήν.
ἐν ταύταις ταῖς διατριβαῖς γενησόμεθα περὶ τὰς λέξεις τὰς προσηκούσας τοῖς τόποις τοῖς ἀνεγνωσμένοις· διαλεξόμεθα γὰρ καὶ γράψομεν λόγους περὶ ν περὶ τῆς βασιλείας καὶ τῆς μαντικῆς, περὶ τῶν γενεῶν, περὶ τῆς ἀμιξίας καὶ τῆς ξενηλασίας, περὶ τῶν συνωμοσιῶν καὶ τῆς αὐτοχθονίας.
ἔστι ἐγγραφῆναι εἰς τοὺς ἀκροατάς εἰς τὴν
24 ἡμέραν τοῦ Νοεμβρίου μ. 2023
διδαγμάτων τάξις
ἔστι καταλέγεσθαι καὶ ἅμα εἰς ἑκάτερα τὰ διδάγματα καὶ χωρίς είς θάτερον.
ΜΕΡΟΣ Α´
ΕΥΡΙΠΙΔΟΥ ΙΩΝ
Quando | Argomento |
I. Κρόνου ἡμ., 25 νοεμβρ. ὡ. 17:00-18:15 CET | ἐν Δελφοῖς |
II. Κρόνου ἡμ. 2 δεκεμβ., ὡ. 17:00-18:15 CET |
Κρέουσα ἀγονοῦσα |
III. Κρόνου ἡμ. 9 δεκεμβρ, ὡ.17:00-18:15 CET | ᾧ πρώτῳ ἂν συντύχῃς ἔξωθεν τοῦ χρηστηρίου |
IV. Κρόνου ἡμ. 16 δεκεμβρ. ὡ. 17:00-18:15 CET | συνωμοσίαι |
V. Κρόνου ἡμ. , 23 δεκεμβρ. ὡ. 17:00-18:15 CET | καταστροφή |
VI. Κρόνου ἡμ. 30 δεκεμβρ. ὡ.17:00-18:15 CET | τὰ τῶν Ἑλλήνων γένη |
MODULO 2:
ἑλληνικαὶ συνουσίαι καὶ γραφή ἑλληνικῶν λόγων
Quando | Argomento |
I. Διὸς ἡμ. 30 νοεμβρ., h. 18:00-19:15 CET |
περὶ βασιλείας, περὶ παίδων, περὶ κληρονομίας |
II. Διὸς ἡμ. 7 δεκεμβρ, h. 18:00-19:15 CET | περὶ μαντικῆς |
III. Διὸς ἡμ. 14 δεκεμβρ., h. 18:00-19:15 CET | περὶ ἀμιξίας καὶ ξενηλασίας |
IV. Διὸς ἡμ.21 δεκεμβρ., h. 18:00-19:15 CET. | περὶ συνωμοσίας |
V. Διὸς ἡμ. 28 δεκεμβρ, h. 18:00-19:15 CEST | περὶ ἀναγνωρίσεως |
VI. Διὸς ἡμ. 4 ἰανουαρ., h. 18:00-19:15 CEST | περὶ αὐτοχθονίας |